Ancient Greek
Page 398
Joannes Philoponus Phil., De aeternitate mundi 398
Not analysed yet
ξεως οὐκ οἶδα πότερον παίζοντός ἐστιν ἢ σπουδάζοντος. οὐδὲ γὰρ ἐπειδὴ τῆς κύκλῳ κινήσεως μὴ ἔστιν ὡρισμένην μήτε ἀρχὴν λαβεῖν μήτε τέλος διὰ τὸ πανταχόθεν ἐπισυνῆφθαι ἀλλήλοις τὰ τοῦ κύκλου μόρια, τοῦτο ἀπόδειξίς ἐστιν τοῦ μήτε ἄρξασθαι τὴν κύκλῳ κίνησιν μήτε παύσεσθαι ἀλλὰ ἄπειρον εἶναι· καὶ γὰρ αὐτὸς ὁ κύκλος καὶ ἡ σφαῖρα (αὐτό φημι τὸ οὕτως ἐσχηματισμένον σῶμα) ἀρχὴν μὲν σωματικὴν ὡρισμένην οὐδεμίαν οὔτε τέλος ἔχει διὰ τὸ πανταχόθεν ὡς εἶπον ἐπισυνῆφθαι ἀλλήλοις τὰ τούτων μέρη, ἀλλ' ὅμως οὐκ ἔστιν κατὰ τὸ μέγεθος ἄπειρα· εἰ γὰρ ἔστιν κύκλος καὶ μείζων καὶ ἐλάττων, ὁμοίως δὲ καὶ σφαῖρα, καὶ ἐνδέχεται πάντα κύκλον καὶ σφαῖραν ὑπ' εὐθυγράμμου περιέχεσθαι σχήματος, δηλονότι ἀδύνατον ἄπειρον εἶναι τῇ ἐκτάσει ἢ κύκλον ἢ σφαῖραν· οὔτε γὰρ τοῦ ἀπείρου μεῖζον ἔστιν καὶ ἔλαττον οὔτε μὴν περιέχεσθαι τὸ ἄπειρον ἐνδέχεται καὶ—ὅ φησιν Ἀριστοτέλης—ὅμοιόν ἐστιν πῆχυν ἄπειρον λέγειν καὶ κύκλον ἄπειρον· σχήματος γὰρ ὡρισμένου καὶ περιειλημμένου δηλωτικόν ἐστιν ὁ κύκλος καὶ ἡ σφαῖρα. ὥσπερ οὖν οὐκ ἔστιν μὲν ἀρχὴν τοῦ κύκλου λαβεῖν, οὐ διὰ τοῦτο δ' ἐπ' ἄπειρον ἐκτετάσθαι κατὰ μέγεθος τὸν κύκλον ἀνάγκη, οὕτως οὐδέ, εἰ τῆς κύκλῳ κινήσεως μὴ ἔστιν λαβεῖν ὡρισμένην ἀρχήν, ὅθεν ἄρχεται, διὰ τὸ τὸ πέρας τῇ ἀρχῇ ἐπισυνῆφθαι, ἐκ τούτου οἴεσθαι δεῖ, ὡς οὐδὲ ὅλως ἡ κίνησις ἤρξατο