Ancient Greek · ~6 min
Page 409
Joannes Philoponus Phil., De aeternitate mundi 409
Not analysed yet
αὑτὴν ἑτέρα οὖσα τῆς τοῦ μικροῦ τε καὶ μεγάλου διαφορᾶς, ἐν ὑποστάσει μέντοι αὐτὴν εἶναι ἄνευ τινὸς τῶν διαφορῶν τούτων ἀδύνατον. τούτῳ δὴ λοιπὸν τῷ ἀποίῳ σώματι ἡ ποιότης ἐπιγινομένη τὴν τῶν στοιχείων ἀπεργάζεται φύσιν· θερμῆς μὲν γὰρ αὐτῷ καὶ ξηρᾶς ἐπιγινομένης ποιότητος τὸ πῦρ γίνεται, θερμῆς δὲ καὶ ὑγρᾶς ὁ ἀήρ, ὑγρᾶς δὲ καὶ ψυχρᾶς τὸ ὕδωρ, ψυχρᾶς δὲ καὶ ξηρᾶς ἡ γῆ, τῆς τοιαύτης τάξεως ἐν ὑποθέσει δηλονότι νοουμένης εἰς θεωρίαν τῆς τῶν πραγμάτων ὡς ἔχουσιν φύσεως· οὐδέποτε γὰρ γυμνὸν εἶναι τὸ ὑποκείμενον τῶν εἰδῶν ἢ τῶν ποιοτήτων ὑπονοεῖν εὔλογον· ἅμα γὰρ ὑπὸ θεοῦ εἰδοπεποιημένη ὕλη παράγεται, ἥτις ποτ' ἂν εἴη· εἰ γὰρ τῶν πρός τι ἥ τε ὕλη καὶ τὸ εἶδος (εἴπερ ἡ μὲν ἕνεκά του, τὸ δὲ οὗ ἕνεκα, ὡς καὶ ὁ Πρόκλος ἐν τούτοις εἴρηκεν), τὰ δὲ πρός τι συνεισάγει ἄλληλα καὶ συναναιρεῖ, οὔτε ἄρα τὴν ὕλην χωρὶς εἰδῶν εἶναι ἐνδέχεται οὔτε τὰ εἴδη χωρὶς ὕλης. ἐκ δὴ τῶν τεσσάρων στοιχείων συνιόντων λοιπὸν καὶ συντιθεμένων ἀλλήλοις τὰ σύνθετα γίνεται σώματα. πρώτην οὖν ὕλην καὶ ἁπλῶς εἶναι ὕλην φασὶν τὴν ἀσώματον ἐκείνην καὶ ἀνείδεον, δευτέρως δὲ τὸ τριχῇ διαστατόν τε καὶ ἄποιον σῶμα, ὃ καὶ δεύτερόν φασιν μετὰ τὴν ὕλην ὑποκείμενον, τρίτως δὲ καὶ προσεχέστερον τὰ τέσσαρα στοιχεῖα· οὐ γὰρ ἁπλῶς ὕλη ταῦτα, ἀλλὰ πρός τι· πρὸς γὰρ τὰ ἐξ αὐτῶν γενόμενα, ἐπεὶ καὶ τὰ ἐκ τούτων σύνθετα ὕλη πρὸς ἕτερα γίνεται, οἷον τὸ σπέρμα καὶ τὸ καταμήνιον ὕλη τοῦ ζῴου. οὕτω