Ancient Greek · ~6 min
Page 408
Joannes Philoponus Phil., De aeternitate mundi 408
Not analysed yet
καὶ ὅλως μεταβολῆς ἐστερημένην. ταύτῃ δὴ τῇ ἀνειδέῳ τε καὶ ἀσωμάτῳ ὕλῃ τὸ ποσόν φασιν πρῶτον συνδυαζόμενον τὸ τριχῇ διαστατὸν ἀπεργάζεσθαι, ὅπερ ἐστὶν τὸ ἄποιόν τε καὶ ἁπλῶς λεγόμενον σῶμα. τούτου δὴ τοῦ ἁπλῶς σώματος διαφορὰν εἶναι πρώτην τὸ μέγα καὶ τὸ μικρὸν ὑποτίθενται· αὐτὸ μὲν γὰρ τὸ σῶμα καθ' αὑτὸ μόναις ταῖς τρισὶ διαστάσεσιν ὁριζόμενον ὄγκον εἶναί τινα ἀόριστον, ὁρίζεσθαι δὲ τῇ τοῦ μικροῦ τε καὶ μεγάλου διαφορᾷ· ὥσπερ γὰρ ἡ τοῦ ζῴου φύσις τῷ ἐμψύχῳ τε καὶ αἰσθητικῷ ὁριζομένη [ἡ] αὐτὴ μὲν κατὰ τὸν ἴδιον τῆς φύσεως λόγον τῆς τοῦ λογικοῦ τε καὶ ἀλόγου διαφορᾶς ἐστιν ἑτέρα, ἐν ὑπάρξει μέντοι ἀδύνατόν ἐστιν ἄνευ τινὸς τῶν ἰδίων διαφορῶν θεωρηθῆναι τὸ ζῷον (οὐ γάρ εἰσιν αὐτὰ καθ' αὑτὰ ἐν ὑποστάσει τὰ καθόλου γένη—λέγω δὴ τὰ φυσικά τε καὶ ἐν τοῖς πολλοῖς τὸ εἶναι ἔχοντα—, ἀλλὰ σύν τινι πάντως εἴδει θεωρεῖται· οὐ γὰρ ἔστιν ζῷον αὐτὸ καθ' αὑτό, ὃ μὴ πάντως ἢ λογικόν ἐστιν ἢ ἄλογον. ἀλλ' οὐδὲ ἄλογον ζῷον αὐτὸ καθ' αὑτὸ ἐν ὑποστάσει εἶναι δύναται, ὃ μὴ πάντως ἢ ἵππος ἐστὶν ἢ κύων ἤ τι τῶν λοιπῶν, καὶ ἐπὶ πάντων ὁ αὐτὸς λόγος· καὶ γὰρ τῶν πρός τι ταῦτα· εἴτε γὰρ ἀναιρεθῇ τὸ γένος, συναναιρεῖται πάντως καὶ τὰ εἴδη, τῶν τε εἰδῶν τῶν ἀναιρουμένων καὶ τὸ γένος ἀνάγκη συναναιρεῖσθαι), ὥσπερ οὖν τὸ ζῷον ἄνευ τινὸς τῶν οἰκείων διαφορῶν ἐν ὑπάρξει εἶναι ἀδύνατον, οὕτω δὴ καὶ ἡ ἁπλῶς τοῦ σώματος φύσις ὁρίζεται μέν, ὡς εἶπον, ταῖς τρισὶ διαστάσεσιν αὐτὴ καθ'