Ancient Greek
Page 413
Joannes Philoponus Phil., De aeternitate mundi 413
Not analysed yet
δεικνύειν ἔχει τις, ὡς ἐκ τοῦ τριχῇ διαστατοῦ (τουτέστιν ἐκ τοῦ ἁπλῶς σώματος) εἰς τὸ μὴ τριχῇ διαστατὸν (τουτέστιν εἰς τὸ ἁπλῶς μὴ σῶμα) μεταβολή ποτε γίνεται, συγχωρήσωμεν εἶναί τι καὶ τῷ τριχῇ διαστατῷ ὑποκείμενον, περὶ ὃ ὑποκείμενον ἀμετάβλητον ἡ τοῦ τριχῇ διαστατοῦ (τουτέστιν τοῦ ἀποίου σώματος) εἰς τὸ μὴ τοιοῦτο μεταβολὴ γίνεται. καὶ τοῦτο δηλονότι ἀσώματόν ἐστιν· τὸ γὰρ ὑποκείμενόν τινι ἕτερόν ἐστιν τούτου, ᾧ ὑπόκειται, ὡς ὁ χαλκὸς τοῦ ποιοῦ σχήματός ἐστιν ἕτερος. οὐκοῦν καὶ τὸ τῷ τριχῇ διαστατῷ, τουτέστιν τῷ σώματι, ᾗ σῶμά ἐστιν, ὑποκείμενον οὐκ ἔσται σῶμα ἀλλ' ἀσώματον. εἰ δὲ μήτε ἐκ σώματός ποτε εἰς τὸ μὴ εἶναί τι σῶμα μεταβέβληκεν μήτε ἐκ μὴ σώματος σῶμα γέγονεν (οὐδὲν γὰρ πώποτε μὴ ὂν τριχῇ διαστατὸν γέγονε τριχῇ διαστατὸν οὔτ' αὖ πάλιν τριχῇ διαστατὸν ὂν εἰς τὸ μὴ εἶναι τριχῇ διαστατὸν μεταβέβληκεν, ἀλλὰ τὸ τριχῇ διαστατὸν καὶ ὅλως τὸ σῶμα, ᾗ σῶμά ἐστιν, ἀμετάβλητον ὑπομένει ἐν τῇ τῶν στοιχείων εἰς ἄλληλα μεταβολῇ), τίς ἔτι λόγος ὑπολείπεται δεικνύς, ὡς τῷ τριχῇ διαστατῷ ἀσώματός τις ὕλη ὑπόκειται; ἐκ γὰρ τῆς τῶν πεποιωμένων σωμάτων μεταβολῆς τὸ δεῖν αὐτοῖς ὑποκεῖσθαί τι ἀμετάβλητον ἕτερον ὂν παρ' αὐτὰ ἀπεδείκνυτο. τοῦ οὖν τριχῇ διαστατοῦ, τουτέστιν τοῦ ἀποίου σώματος, ᾗ σῶμά ἐστιν, μὴ μεταβάλλοντος, ἀλλ' ἢ καθὸ πεποίωται ἢ κατὰ μέγεθος ἢ σμικρότητα πάσης σωμάτων μεταβολῆς γινομένης, τίς