Ancient Greek · ~5 min
Page 414
Joannes Philoponus Phil., De aeternitate mundi 414
Not analysed yet
ἔτι λείπεται ἀνάγκη, δι' ἧς ἄν τις συλλογίσαιτο τὸ καὶ τῷ τριχῇ διαστατῷ ἕτερόν τι ὑποκεῖσθαι ἀσώματον καὶ μὴ αὐτὸ εἶναι τὸ πρῶτον πάντων ὑποκείμενον καὶ τὴν ἁπλῶς ὕλην, ὡς καὶ τοῖς Στωικοῖς καλῶς ἔδοξεν; ἁπλῶς δὲ λέγω ὕλην καὶ ἁπλῶς σῶμα οὐ τὸ καθόλου καὶ οἱονεὶ γεγονὸς καὶ ἐν τῇ ἡμετέρᾳ μόνῃ ἐπινοίᾳ καὶ τῷ λόγῳ θεωρούμενον ἀλλὰ τὸ ἐν ὑπάρξει καὶ μέρος ἤδη τοῦ συνθέτου ἤγουν στοιχεῖον γενόμενον, τῷ μέντοι οἰκείῳ λόγῳ πάσης ἐστερημένον ποιότητος, ὧν παρὰ μέρος ἐστὶν δεκτικόν. τοῦτο οὖν λέγω ἁπλῶς σῶμα τὸ ταῖς τρισὶ διαστάσεσιν ὁριζόμενον, διότι οὔτε θερμόν ἐστιν αὐτὸ καθ' αὑτὸ οὔτε ψυχρὸν οὔτε βαρὺ οὔτε κοῦφον οὔτε τινὰ τῶν τοιούτων προσδιορισμῶν κατὰ τὸν ἴδιον αὐτοῦ τῆς φύσεως ἐπιδέχεται λόγον, ὡς λέγεσθαι βαρὺ σῶμα ἢ θερμὸν σῶμα. οὕτως οὖν μοι πανταχοῦ τὸ ἁπλῶς σῶμα νοείσθω. εἰ τοίνυν τὸ τοιοῦτο σῶμα τῶν στοιχείων φθειρομένων ἀμετάβλητον ὑπομένον ὁρῶμεν, ἔοικεν τοῦτ' εἶναι τὸ πρῶτον ἑκάστου τῶν φυσικῶν ὑποκείμενον καὶ ἡ πρώτη ὕλη· οὐ γάρ, ἐπειδὴ τῶν πεποιωμένων σωμάτων ἕκαστον ἐξ ὑποκειμένου καὶ εἴδους σύγκειται, ἤδη διὰ τοῦτο καὶ τὸ ἄποιον σῶμα τὸ τοῖς πεποιωμένοις, καθὸ πεποιωμένα ἐστίν, ὑποκείμενον σύνθετον εἶναι ἐξ ὑποκειμένου καὶ εἴδους ἀνάγκη· οὐδὲ γὰρ τῶν πεποιωμένων σωμάτων ἕκαστον, ᾗ σῶμά ἐστιν, ἐξ ὑποκειμένου ἐστὶν καὶ εἴδους, ἀλλ' ᾗ τοιόνδε σῶμά ἐστιν καὶ πεποίωται, θερμὸν εἰ