Ancient Greek · ~6 min
Page 417
Joannes Philoponus Phil., De aeternitate mundi 417
Not analysed yet
γαστέρα ἐργάζεται. πάλιν δ' αὖ καὶ ἐκ μείζονος ὄγκου εἰς ἐλάττονα μεταβάλλει τὰ σώματα, ὅταν τὰ κουφότερα εἰς τὰ βαρύτερα μεταβάλλῃ· πολὺς γὰρ ἀὴρ πυκνούμενος εἰς ἐλάχιστον ὕδατος μεταπίπτει ὄγκον· ὡς γὰρ τὸ βραχὺ ὕδωρ εἰς πολὺν ἀέρα μεταβάλλον ὁρᾶται, οὕτως ἀνάγκη καὶ πολύν τινα ἀέρος ὄγκον εἰς ἑαυτὸν συμπιλούμενόν τε καὶ συνιζάνοντα εἰς ἔλαττον μέγεθος ὕδατος μεταβάλλειν. εἰ δὲ μήτε προσθέσεως γινομένης ἐκ μικροῦ τι γίγνεται μέγα μήτε δ' αὖ ἀφαιρέσεως ἐκ μεγάλου μικρόν, ἔοικεν ἄρα καὶ τὸ τριχῇ διαστατὸν γίγνεσθαί τε καὶ φθείρεσθαι· εἰ δὲ τοῦτο, καὶ ὑποκεῖσθαι αὐτῷ τὴν ἀσώματον ὕλην ἀνάγκη διὰ τὸ τὰ μεταβάλλοντα πάντα ἐν κοινῷ τινι ὑποκειμένῳ μεταβάλλειν, ὡς δέδεικται. ταῦτα μὲν οὖν εἴποι ἄν τις εἰς συνηγορίαν τοῦ καὶ τῷ τριχῇ διαστατῷ τὴν ἀσώματον ὑποκεῖσθαι ὕλην καὶ μὴ εἶναι αὐτὸ τὴν πρώτην τῶν σωμάτων ὕλην. ἀλλ' ἡμεῖς ἤδη δυνάμει καὶ τὴν ἀπορίαν ταύτην ἐπελυσάμεθα· εἴπομεν γάρ, ὡς τὸ μικρὸν καὶ τὸ μέγα πρώτη διαφορά ἐστιν σώματος. ὥσπερ οὖν οὔτε ἡ ἐκ βαρέος εἰς τὸ κοῦφον μεταβολὴ οὔτε ἡ ἐκ θερμοῦ εἰς ψυχρὸν τοῦ σώματος, ᾗ σῶμά ἐστιν, μεταβολὴν ἐργάζεται, οὕτως οὐδὲ ἡ ἐκ μικροῦ εἰς μέγα οὐδὲ ἡ ἐκ μεγάλου εἰς μικρὸν γένεσίς ἐστιν ἢ φθορὰ σώματος, ᾗ σῶμά ἐστιν, ἐπεὶ οὐδὲ ἡ αὔξησις ἐκ μὴ σώματος σῶμα ἐργάζεται, ἀλλὰ τῆς τοῦ σώματος φύσεως, ᾗ σῶμά ἐστιν, ἀμεταβλήτου μενούσης τῷ ποσῷ μόνον ἡ κατὰ τὴν αὔξησιν μεταβολὴ προστίθησιν. τῷ αὐτῷ δὴ οὖν τρόπῳ κἂν φθειρόμενον τὸ ὕδωρ εἰς μείζονα μετα-