Ancient Greek · ~5 min
Page 416
Joannes Philoponus Phil., De aeternitate mundi 416
Not analysed yet
ὄγκον συστέλλεται. οἱ γοῦν γλεύκους μεμεστωμένοι πίθοι τε καὶ ἀσκοὶ ῥήγνυνται, εἰ πλήρεις ὄντες [εἰ] μὴ διαπνέωνται· τοῦ γὰρ γλεύκους εἰς πνεῦμα μεταβάλλοντος καὶ τοῦ πνεύματος μείζονα ὄγκον ἔχοντος τῆς εἰς αὐτὸ μεταβληθείσης τοῦ γλεύκους οὐσίας καὶ τοῦ τόπου, ἐν ᾧ ἦν τὸ γλεῦκος, πρὶν μεταβάλλῃ, μὴ οἵου τε ὄντος μείζονα χωρῆσαι σώματος ὄγκον μήτε δὲ διέξοδον ἐπὶ τὸν ἀέρα τοῦ πνεύματος ἔχοντος ἀμέτρως ὑπὸ τοῦ μεγέθους τοῦ πνεύματος διατεινόμενοι οἵ τε ἀσκοὶ καὶ οἱ πίθοι ῥήγνυνται, ὅπερ συμβαίνει καὶ ἐν τοῖς ὑπεράγαν ναττομένοις σάκκοις ἢ τοιούτοις τισὶν γίνεσθαι· οὐ γὰρ τὸ πνεῦμα ἁπλῶς τῆς ῥήξεώς ἐστιν αἴτιον (οὐδὲ γὰρ οἱ φυσώμενοι τῶν ἀσκῶν πλήρεις ὄντες πνεύματος ῥήγνυνται) ἀλλ' ἡ εἰς μείζονα ὄγκον τοῦ γλεύκους μεταβολή. ἔτι δὲ ἐναργεστέραν ἄν τις κατίδοι τὴν ἐκ τοῦ ἐλάττονος σώματος εἰς τὸ μεῖζον μεταβολὴν καὶ αὐτῇ τῇ αἰσθήσει ὑποπίπτουσαν ἐπί τε τῶν ἐξατμιζομένων ὑδάτων (ὀλίγου γὰρ δαπανωμένου ὕδατος πολλή τις ἀτμὶς γινομένη φαίνεται), ἔτι δὲ καὶ ἐπὶ τῶν καιομένων ξύλων (ἐλαχίστης γὰρ τῇ καύσει τῶν ξύλων μεταβαλλούσης οὐσίας πολύς τις καὶ ἐπιπολὺ διήκων ὁ καπνὸς ἀναφαίνεται)· καὶ ἐσθιόντων δὲ ἡμῶν παραυτὰ μὲν πολλάκις οὐδεὶς περὶ τὴν γαστέρα γίνεται ὄγκος, ἐπειδὰν δὲ ἐκπνευματωθῇ τὰ σιτία, ἅτε δὴ εἰς μείζονα μεταβάλλοντα ὄγκον καὶ μείζονος τόπου δεόμενα διάτασιν περὶ τὴν