Ancient Greek
Page 419
Joannes Philoponus Phil., De aeternitate mundi 419
Not analysed yet
διαστατὸν ἔμενεν, ἀλλ' ἢ πάσας ἢ τινὰς τῶν διαστάσεων ἔφθειρεν. εἰ οὖν ἐν πάσῃ μεταβολῇ τὸ τριχῇ διαστατὸν (ταὐτὸν δ' εἰπεῖν τὸ σῶμα) ὡσαύτως ἔχον μένει οὐδεμίαν ἀλλοίωσιν, ᾗ τοιοῦτόν ἐστιν, ὑπομένον, δηλονότι πάντῃ ἐστὶν ἀμετάβλητον. ἡ δὲ τοῦ μικροῦ καὶ μεγάλου μεταβολὴ κατὰ ποσὸν τοῦ σώματός ἐστιν μεταβολή, ὥσπερ οὖν καὶ ἡ ἐκ θερμοῦ εἰς ψυχρὸν καὶ ἡ ἐξ ὑγροῦ εἰς ξηρὸν ἢ ἔμπαλιν κατὰ τὸ ποιόν ἐστιν τοῦ σώματος μεταβολή. ὡς οὖν ἡ κατὰ ταῦτα μεταβολὴ (τουτέστιν κατὰ τὸ ποιόν) οὐ τοῦ ἁπλῶς σώματος, ᾗ τοιοῦτόν ἐστιν, μεταβολὴν ποιεῖται, οὕτως οὐδὲ ἡ κατὰ τὸ μέγα καὶ τὸ μικρὸν μεταβολὴ (τουτέστιν ἡ κατὰ ποσόν) σώματος, ᾗ σῶμά ἐστιν, μεταβολὴν ἐργάζεται· ἐκτείνει γὰρ μόνον ἢ συστέλλει τὰς τοῦ σώματος διαστάσεις, οὐ μὴν φθορὰν ἢ γένεσιν ἐργάζεται σώματος, ᾗ σῶμά ἐστιν. καὶ ἄλλως· τὸ μέγα καὶ τὸ μικρόν, ᾗ τοιοῦτόν ἐστιν, τοῦ τριχῇ διαστατοῦ ἐστιν ἕτερον. ὅτι γὰρ οὐ ταὐτόν ἐστιν τὸ μεγάλῳ εἶναί τινι ἢ μικρῷ καὶ τριχῇ διαστατῷ εἶναι, δῆλον ἐντεῦθεν. τὸ μέγα καὶ τὸ μικρὸν τῶν πρός τί ἐστιν· οὐδὲν γάρ ἐστιν αὐτὸ καθ' αὑτὸ μέγα τι ἢ μικρόν, ἀλλὰ πρὸς ἄλλου παράθεσιν μέγα τι εἶναι καὶ μικρὸν λέγεται. ὅθεν ἐνδέχεται τὸ αὐτὸ καὶ μέγα εἶναι καὶ μικρὸν πρὸς ἄλλο καὶ ἄλλο συγκρινόμενον· τὸν γὰρ κύαμον εἰ τύχοι μέγαν μὲν ἐρεῖς πρὸς σίνηπι συγκρίνων, μικρὸν δὲ πρὸς μῆλον· ἀλλὰ καὶ ὁ Ὄλυμπος τὸ ὄρος μέγας μὲν ὡς πρὸς τὸν Ὑμηττόν, μικρὸς δὲ ὡς πρὸς πᾶσαν τὴν γῆν· καὶ αὐτὴ ἡ γῆ ὡς πρὸς