Ancient Greek
Page 420
Joannes Philoponus Phil., De aeternitate mundi 420
Not analysed yet
τὸν ὅλον κόσμον μικρά ἐστιν καὶ σχεδὸν τὸ μηδέν, εἴπερ σημείου καὶ κέντρου λόγον ἐπέχει πρὸς τὸ πᾶν. τὸ δὲ τριχῇ διαστατόν, ᾗ τοιοῦτόν ἐστιν, οὐκ ἔστιν τῶν πρός τι· οὐδὲ γὰρ ἐν τῇ πρὸς ἄλλα παραθέσει τριχῇ διαστατά ἐστιν τὰ σώματα, ἀλλ' αὐτὸ ἐφ' ἑαυτοῦ ἀπολελυμένως ἕκαστον. εἰ οὖν τὸ μὲν μέγα καὶ τὸ μικρὸν τῶν πρός τί ἐστιν, οὐδὲν δὲ τριχῇ διαστατόν, ᾗ τοιοῦτόν ἐστιν, τῶν πρός τί ἐστιν, οὐκ ἄρα ταὐτόν ἐστιν μεγάλῳ εἶναι ἢ μικρῷ καὶ τριχῇ διαστατῷ εἶναι ἤ, εἰ ταὐτὸν ἦν τὸ μεγάλῳ εἶναί τινι καὶ τριχῇ διαστατῷ εἶναι, οὐδέν, ὃ μὴ ἦν μέγα, τριχῇ διαστατὸν ὑπῆρχεν. πάλιν εἰ ταὐτὸν ἦν τὸ μικρῷ τε εἶναι καὶ τριχῇ διαστατῷ, οὐδὲν μὴ μικρὸν ὑπάρχον τριχῇ διαστατὸν ἦν. εἰ οὖν ἐνδέχεται καὶ μὴ εἶναί τι μέγα καὶ τριχῇ διαστατὸν εἶναι, ὁμοίως μὴ εἶναί τι μικρὸν καὶ τριχῇ διαστατὸν εἶναι, τὸ ἄρα τριχῇ διαστατόν, ᾗ τοιοῦτόν ἐστιν, τοῦ μεγάλου καὶ τοῦ μικροῦ ἐστιν ἕτερον. ἔτι τὸ μέγα καὶ τὸ μικρὸν ἐπιπλέον ἐστὶν τοῦ τριχῇ διαστατοῦ· καὶ γὰρ γραμμὴ καὶ ἐπιφάνεια μεγάλη εἶναι λέγεται καὶ μικρά, ὧν ἡ μὲν διχῇ διαστατόν ἐστιν, ἡ ἐπιφάνεια, ἡ δὲ γραμμὴ ἐφ' ἓν διαστατόν. εἰ οὖν τὸ μὲν μέγα καὶ τὸ μικρὸν καὶ ἐν γραμμῇ ὑπάρχει καὶ ἐν ἐπιφανείᾳ, οὐδὲν δὲ τριχῇ διαστατὸν γραμμή ἐστιν ἢ ἐπιφάνεια, οὐδὲν ἄρα τριχῇ διαστατόν, ᾗ τοιοῦτόν ἐστιν, μέγα ἐστὶν ἢ μικρόν. ἔτι εἰ τὸ μέγα καὶ τὸ μικρὸν ἀλλήλων διαφέρει, ᾗ τοιοῦτόν