Ancient Greek · ~6 min
Page 427
Joannes Philoponus Phil., De aeternitate mundi 427
Not analysed yet
τῆς οὐσίας ἑαυτῶν ἔχουσιν. καὶ ταύτῃ γε ἀνείδεος ἂν κληθείη πᾶσα ὕλη μηδὲν ὧν δέχεται εἶδος ἔχουσα, οὐ μὴν καὶ πάντῃ εἴδους ἐστερημένην εἶναι ἀνάγκη, εἴ γε ἅπασα ἡ προσεχὴς ὕλη καὶ μέχρις αὐτοῦ τοῦ τριχῇ διαστατοῦ εἰδοπεποίηται. ὥστε καὶ τὸ τριχῇ διαστατόν, καθὸ μὲν πάντων τῶν εἰδῶν ἐστιν ἕτερον, οἷς ὑπόκειται, ταύτῃ ἂν εἴη ἀνείδεον καὶ ὕλη πάντων, οὐ μὴν ἐπειδὴ εἶδός τί ἐστιν, ἤδη διὰ τοῦτο οὐδὲ πρώτην ὕλην αὐτὴν εἶναι ἀνάγκη· οὐδὲ γὰρ ἐνδέχεται τῶν ὄντων οὐδὲν πάντῃ εἶναι ἀνείδεον· εἰ γὰρ ὅλως τῶν ὄντων ἐστὶν τὸ τοιοῦτο, ἀνάγκη πάντως εἶναί τινα φυσικὸν λόγον τῆς τούτου ὑπάρξεως, κἂν ἡμῖν ἄρρητος ᾖ· εἰ γὰρ μηδένα λόγον ἔχοι, καθ' ὃν ὑφέστηκέν τε καὶ τὸ εἶναι ἔχει, οὐδὲ τῶν ὄντων ἂν εἴη· ἕκαστον γὰρ τῶν ὄντων ἔχει τινὰ λόγον φυσικόν, καθ' ὃν ὑφέστηκεν. εἰ δὲ τοῦτο, οὐδὲν ἄρα τῶν ὄντων ἀνείδεόν ἐστιν· ὁ γὰρ φυσικὸς ἑκάστου λόγος, καθ' ὃν ἔστιν, εἶδός ἐστιν ἑκάστου καὶ οὐσία καὶ ἔμπαλιν τὸ ἑκάστου συμπληρωτικὸν τῆς οὐσίας εἶδος λόγος τίς ἐστιν φυσικός, καθ' ὃν τὸ εἶναι ἔχει. οὐκοῦν καὶ ἡ ὕλη, εἴπερ μὴ κενόν ἐστιν ὄνομα, ἀλλ' ἔστιν φυσικόν τι πρᾶγμα ὑφεστός, ἕξει λόγον δηλονότι, καθ' ὃν ὑφέστηκεν. ὁ δὲ τῆς ὑπάρξεως ἑκάστου λόγος εἶδος αὐτοῦ ἐστιν καὶ οὐσία· καὶ ὁ τῆς ὕλης ἄρα λόγος, καθ' ὃν ἔστιν, εἶδος αὐτῆς ἐστιν καὶ οὐσία. οὐκ ἄρα ἐνδέχεται πάντῃ εἶναι τὴν ὕλην ἀνείδεον· ταὐτὸν γὰρ τοῦτό ἐστιν τῷ μηδὲ εἶναι αὐτὴν ὅλως, καθάπερ εἴπομεν· ὃ γὰρ μηδένα λόγον ἔχει τοῦ