Ancient Greek · ~6 min
Page 426
Joannes Philoponus Phil., De aeternitate mundi 426
Not analysed yet
φυσικοῖς σώμασιν ὑποκείμενον ἀλλ' εἶδος εἴδεσιν ὑποκεῖσθαι. εἰ οὖν δεῖ, φασί, τὴν ὕλην καὶ τὸ πρῶτον ὑποκείμενον ἀνείδεον εἶναι, οὐκ ἂν εἴη τὸ τριχῇ διαστατὸν ὕλη. φήσαιμεν δ' ἂν καὶ ἡμεῖς τὴν ἀπορίαν ταύτην ἐπιλυόμενοι, ὡς πρῶτον μὲν τὸ δεῖν τὴν πρώτην ὕλην ἀνείδεον εἶναι αἴτημά ἐστιν, οὐκ ἀπόδειξις· εἰ μὲν γὰρ καθόλου ἀδύνατον ἦν εἰδοπεποιημένον τι ὂν ἑτέρῳ εἴδει ὑποκεῖσθαι καὶ εἶναι αὐτοῦ ὕλην, συγχωρεῖν ἦν ἀνάγκη τὸ πάντως ἀνείδεον δεῖν εἶναι τὴν πάντων τῶν εἰδῶν κοινὴν ὕλην· νῦν δὲ πᾶσα γένεσις φυσική τε καὶ τεχνητὴ οὐκ ἀνείδεον ἀλλ' εἰδοπεποιημένην ὕλην εἰς τὰ οἰκεῖα παραλαμβάνει ἀποτελέσματα· εἰδοπεποιημένα γὰρ ὄντα τὰ ξύλα ὕλη τῶν τεκτονικῶν σκευῶν γίνεται, ὁμοίως καὶ ὁ χαλκὸς τῶν χαλκευτικῶν, ἀλλὰ δὴ καὶ ἐπὶ τῶν φυσικῶν τὰ ἀνομοιομερῆ τοῦ ζῴου μόρια ἤτοι τὸ ἐκ τούτων συγκείμενον σῶμα εἰδοπεποιημένον ὑπάρχον ὕλη τῶν ζωτικῶν τῆς ψυχῆς δυνάμεων εἶναι ὡμολόγηται, καὶ τὰ στοιχεῖα δὲ τῶν ἐξ αὐτῶν συγκειμένων ἐστὶν ὕλη καὶ οἱ ἀνάλογον τούτοις χυμοὶ ὕλη τοῦ ἡμετέρου εἰσὶν σώματος. καὶ αὐτὸ δὲ τὸ τριχῇ διαστατὸν καὶ ἄποιον σῶμα, εἰ καὶ μὴ πρώτην εἶναι ὕλην, δεύτερον γοῦν ὑποκείμενον εἶναι καὶ ὕλην προσεχῆ πᾶσιν τοῖς φυσικοῖς εἴδεσιν καὶ αὐτοὶ ὁμολογοῦσιν· δεῖ μὲν γὰρ τὴν τινῶν ὕλην μηδὲν εἶδος ἔχειν τούτων, ὧν ἐστιν ὕλη· ὁ γὰρ χαλκὸς οὐδὲν εἶδος κατὰ τὸν τῆς οὐσίας αὑτοῦ λόγον ἔχει, ὧν δέχεται, καὶ οἱ χυμοὶ δὲ σαρκὸς ὄντες ὕλη καὶ νεύρων καὶ ὀστῶν καὶ τῶν λοιπῶν τοῦ ζῴου μορίων οὐδὲν αὐτοὶ τούτων τῶν εἰδῶν συμπληρωτικὸν