Ancient Greek
Page 430
Joannes Philoponus Phil., De aeternitate mundi 430
Not analysed yet
μεταβάλλει ἀέρα ἢ εἰς ἑκατονταπλασίονα καὶ εἰς ὅλον ἁπλῶς τὸν τοῦ ἀέρος ὄγκον; εἰ δὲ οὐκ ἀδιάφορον τῇ τυχούσῃ ἀσωμάτῳ ὕλῃ τὸ τυχὸν δέχεσθαι μέγεθος (ἐπεὶ μηδὲ ἡ ἐνάργεια τοῦτο ὑπαγορεύει· εἰς ὡρισμένα γὰρ μεγέθη ἡ εἰς ἄλληλα τῶν σωμάτων μεταβολὴ γίνεται), καίτοι ἑκάστῳ μιᾶς καὶ τῆς αὐτῆς ὑποκειμένης ὕλης, λέγω δὴ τῆς πρώτης, ἀναιρεθήσεται τὰ περὶ τῆς ὕλης αὐτῶν ἀξιώματα ἄλλας ἐν ἄλλῃ ὕλῃ ἡμῶν ἐξ ἀνάγκης ὑποτιθεμένων· εἰ μὴ γὰρ ἄλλη ὕλη ἄλλαις διαφοραῖς κατείληπτο, διὰ τί μὴ ἡ τυχοῦσα ὕλη τὸ τυχὸν μέγεθος δέξασθαι δύναται; ὥσπερ γὰρ διὰ τὸ μὴ προκατειλῆφθαι εἴδει τινὶ συμπεφυκότι αὐτῇ ἀλλὰ τῷ ἰδίῳ λόγῳ καθά φησιν εἶναι ἀνείδεον πᾶν εἶδος εἰς ἑαυτὴν καταδέξασθαι δύναται, οὕτω δήπου κατὰ τὸ ἀναγκαῖον, ἐπειδὴ μηδὲ μεγέθει τινὶ κατείληπται τῷ ἰδίῳ λόγῳ ἀλλ' ἔστιν ἀμεγέθης ἀσώματος οὖσα καὶ δυνάμει πάντα, δύναιτο ἂν εἰς πᾶν μέγεθος ἡ αὐτὴ μεταβάλλειν. μεταβαλλέτω οὖν ἡ τῷ κυαθιαίῳ ὕδατι ὑποκειμένη ἀσώματος ὕλη εἰς μυρία τυχὸν κυαθιαῖα ἢ καὶ εἰς ὅλον τὸν τοῦ ἀέρος ὄγκον. ἀλλὰ τοῦτο ἀδύνατον φαίνεται· εἰ γὰρ καὶ τὸ μικρὸν ὕδωρ εἰς μείζονα μεταβάλλει ἀέρα, ἀλλ' οὐκ ἀορίστως εἰς ὁπηλικονοῦν ἀλλὰ μέχρι τινὸς ὡρισμένου ὄγκου ἡ διαστολὴ καὶ μάνωσις ἑκάστου μεγέθους γίνεται. εἰ τοίνυν ἀσώματος οὖσα καὶ ἀμεγέθης ὕλη καὶ δυνάμει πάντα καὶ περὶ αὐτὴν τῆς τοῦ μεγάλου καὶ τοῦ μικροῦ μεταβολῆς γινομένης εἰς πᾶν μέγεθος μεταβάλλειν ἠδύνατο ἄν, οὐ μεταβάλλει δέ, οὐδ' ἄρα ἀσώματός