Ancient Greek · ~6 min
Page 431
Joannes Philoponus Phil., De aeternitate mundi 431
Not analysed yet
ἐστιν οὐδ' ἀμεγέθης· οὐ γὰρ δὴ γραμμή ἐστιν ἢ ἐπιφάνεια. οὐ μόνον δ' οὐκ εἰς πᾶν μέγεθος ἀλλ' οὐδ' εἰς πᾶν εἶδος πᾶσαν ὕλην ὁρῶμεν μεταβάλλουσαν· ἡ γὰρ τῇ κεγχραμίδι ὑποκειμένη ὕλη οὐκ ἄν ποτε ἡ αὐτὴ μένουσα τὸ ἀνθρώπειον ἢ τὸ τοῦ ἐλέφαντος εἰς αὑτὴν καταδέξαιτο εἶδος· δέδεικται γὰρ ἐν τῷ πρώτῳ τῆς φυσικῆς ἀκροάσεως, ὅτι οὐ τὸ τυχὸν μέγεθος τοῦ τυχόντος εἴδους ἐστὶν δεκτικόν, ἀλλ' ὥρισται τὸ δεκτικὸν ἑκάστου εἴδους μέγεθος ἐπὶ τὸ μεῖζον καὶ τὸ ἔλαττον· οὐ γὰρ οἷόν τέ ἐστιν οὔτε δακτυλιαῖον φέρε εἰπεῖν ἄνθρωπον γενέσθαι οὔτε μέχρι σελήνης τῷ μεγέθει διήκοντα. καὶ οὐ μόνον ἐπὶ τῶν ἀνομοιομερῶν ζῴων τε καὶ φυτῶν τοῦτό ἐστιν ἀληθὲς ἀλλὰ καὶ ἐπὶ τῶν ὁμοιομερῶν, ὕδατός φημι πυρός τε καὶ ἀέρος καὶ γῆς, καὶ τῶν συνθέτων, σαρκός τε καὶ αἵματος καὶ φλεβὸς καὶ τῶν λοιπῶν ἁπάντων· οὐδὲ γὰρ ἐν τῷ τυχόντι μεγέθει, οἷον εἰ τύχοι ἐν κεγχραμίδος, τὸ τῆς σαρκὸς εἶδος συσταίη ἂν οὐδὲ τοῦ ὕδατος ἤ τινος τῶν ἄλλων· οὐ γὰρ ὥσπερ τὸ μέγεθος ἐπ' ἄπειρόν ἐστιν διαιρετόν, οὕτω καὶ τὰ εἴδη διαιρεῖσθαι ἐπ' ἄπειρον δύναται σῴζοντα τὴν ἑαυτῶν οὐσίαν, ἀλλ' ἐπειδὰν ὑπερβῇ τὸ ὑπὸ τῆς φύσεως ὡρισμένον τῷ εἴδει μέγεθος ἡ διαίρεσις, εὐθὺς καὶ τὸ εἶδος ἀπόλλυται· τὸ γὰρ ὕδωρ εἰ ἐπὶ πολὺ τῇ διαιρέσει κατατέμοις, φθάνει ἐξαερωθέν, ἐπειδὰν ὑπερβῇ ἡ διαίρεσις τὴν τοῦ ὕδατος οὐσίαν παρὰ τὸ τῆς φύσεως μέτρον ἀφωρισμένον, καὶ ἐπὶ τῶν λοιπῶν ὡσαύτως. καίτοι εἰ ἀσώματος ἦν καὶ ἀμεγέθης ἡ τῇ κεγ-