Ancient Greek · ~6 min
Page 435
Joannes Philoponus Phil., De aeternitate mundi 435
Not analysed yet
ἄπειρον, συστέλλεται δὲ οὐκ ἐπ' ἄπειρον, ὥσπερ οὐδὲ ἐκτείνεται ἐπ' ἄπειρον· τοῦτο γὰρ αὐτὴ ἡ τῶν πραγμάτων ἐνάργεια λέγειν ἡμῖν ὑποβάλλει· δεῖ γὰρ οἶμαι τὸν περὶ τῶν φυσικῶν πραγμάτων διαλεγόμενον οὐκ αὐτὸν συντιθέναι λόγους ἀσυμφώνους τοῖς πράγμασιν ἀλλὰ τοῖς φαινομένοις συμφώνους τε καὶ προσήκοντας ἐφαρμόζειν τοὺς περὶ αὐτῶν λόγους. οἱ μὲν οὖν τὴν ὕλην ἀσώματον καὶ ἀμερῆ εἶναι καὶ πάντῃ ἀνείδεον ὑποτιθέμενοι καὶ δυνάμει πάντα λόγον οὐχ ἕξουσι δοῦναι, τί δήποτε ἡ τῷ τοσῷδε φέρε ἄρτῳ ὑποκειμένη ὕλη εἰς τοσόνδε καὶ οὐ μεῖζον σαρκὸς μέγεθος μεταβάλλει, ὁμοίως καὶ ἡ τῷ κυαθιαίῳ ὕδατι ὑποκειμένη ὕλη εἰς τοσόνδε ἀέρος, ἢ τὸ τῆς σαρκὸς ἐπιδέξασθαι δύναται εἶδος, οὐχὶ δὲ καὶ τὸ τοῦ ἵππου τυχὸν ἢ τὸ τοῦ ἐλέφαντος προσθέσεως μηδεμιᾶς γενομένης· τὸ γὰρ ἀσώματον καὶ ἀμερὲς καὶ δυνάμει πάντα, εἴπερ ὅλως πέφυκε σωματοῦσθαι, τί δεῖται προσθήκης ἔξωθεν μεγέθους, ἵνα εἰς τοσόνδε μέγεθος ἢ εἰς τοιόνδε εἶδος μεταβάλλῃ; οἱ δὲ τὸ τριχῇ διαστατὸν τὴν πρώτην ὕλην εἶναι ὑποτιθέμενοι καὶ τοῦτο δηλονότι οὐκ ἀνείδεον οὐδὲ ἀμερὲς (αὐτὸ γὰρ εἶδός ἐστιν τοῦ ἁπλῶς σώματος καὶ μέγεθος τὸ πρῶτον) οὐκ ἀπορήσουσιν αἰτίας, διότι οὐ τὸ τυχὸν εἰς τὸ τυχὸν ἢ μέγεθος ἢ εἶδος μεταβάλλει προσθήκης χωρίς· οὐκ ἀμεγέθους γὰρ οὐδὲ ἀμεροῦς ὄντος τοῦ τριχῇ διαστατοῦ ἀλλὰ μεριστοῦ τὸ ὅλον δηλονότι τοῦ ἰδίου μέρους ἐστὶν μεῖζον· εἰ δὲ τοῦτο, καὶ ἡ συστολὴ δὲ καὶ διαστολὴ τῶν σωμάτων οὐκ εἰς ἀόριστα ἀλλ' εἰς ὡρισμένα