Ancient Greek · ~6 min
Page 434
Joannes Philoponus Phil., De aeternitate mundi 434
Not analysed yet
γὰρ ζῷον ἐν ὑπάρξει ὂν ἢ λογικόν ἐστιν ἢ ἄλογον. ἀλλ' οὐδὲ καθὸ ἀόριστόν ἐστιν τὸ τριχῇ διαστατὸν ἢ ἄποιον, κατὰ τοῦτο ἀμετάβλητον αὐτό φημι εἶναι, ἀλλὰ μόνον καθὸ ὄγκος ἐστὶν τριχῇ διαστατός. τοῦτο γὰρ μόνον ἐν τῇ γενέσει τῶν σωμάτων καὶ τῇ φθορᾷ ἀμετάβλητον ὑπομένον ὁρῶμεν, καθὸ δὲ ἀόριστον ἢ ἄποιον, οὐκ ἀμετάβλητον· ἔκ τε γὰρ μικροῦ μέγα γίγνεται καὶ ἔμπαλιν ἐκ μεγάλου μικρὸν καὶ πᾶσαν ἐξαλλάσσει ποιότητα. καὶ ἀόριστον δὲ λέγω εἶναι τὸ τριχῇ διαστατὸν οὐ καθὸ εἰς ὅσον ἄν τις ἐπινοήσειεν μέγεθος μεταβάλλειν δύναται (ὥρισται γὰρ τὸ τοῦ παντὸς κόσμου μέγεθος καὶ μεῖζον εἶναι τούτου ἐν τῇ φύσει ἀδύνατον), ἀλλὰ καθὸ ὅλως πέφυκε τὸ αὐτὸ ἐκτεινόμενον καὶ συστελλόμενον ἢ μεῖζον ἢ ἔλαττον γίγνεσθαι. ὥρισται οὖν ἥ τε ἐπὶ τὸ μέγιστον καὶ ἡ ἐπὶ τὸ ἐλάχιστον τοῦ τριχῇ διαστατοῦ συστολή τε καὶ ἔκτασις· οὐδὲ γὰρ εἰ δυνάμει ἐστὶν ἐπ' ἄπειρον διαιρετὸν τὸ μέγεθος, ἤδη διὰ τοῦτο καὶ ἐπ' ἄπειρον συστέλλεσθαι δύναται· ἐπειδὰν γὰρ εἰς τὸ παχύτατον τῇ πυκνώσει συσταλῇ, οἷον τὴν γῆν, ἵσταται λοιπὸν ἡ συστολή· εἰ γὰρ ἐπ' ἄπειρον συστέλλεσθαι τὸ αὐτὸ λέγοι τις δύνασθαι, δύναιτο ἂν δήπουθεν ἡ πᾶσα γῆ μᾶλλον καὶ μᾶλλον πυκνουμένη εἰς κέγχρου συσταλῆναι ὄγκον· νῦν δὲ τοῦτο ἀδύνατόν ἐστιν· εἰ γὰρ ἠδύνατο, κἂν συνεστάλη. καίτοι ἐπ' ἄπειρον δυνάμει διαιρεῖσθαι δύναται ὡς μεμεγεθυσμένη· ἀλλ' ἕτερόν τι εἶναι ἔοικεν συστολή τε καὶ πύκνωσις καὶ ἕτερον διαίρεσις. ὥστε διαιρεῖται μὲν δυνάμει τὰ μεγέθη ἐπ'