Ancient Greek · ~7 min
Page 437
Joannes Philoponus Phil., De aeternitate mundi 437
Not analysed yet
ἡ λευκότης καὶ πᾶσα ποιότης· ἀλλ' ἐπεὶ καθ' αὑτὴν ὑποστῆναι ἡ ποιότης οὐ δύναται ἀλλ' ἐν ὑποκειμένῳ τινὶ μεγέθει τὸ εἶναι ἔχει, συνδιίστασθαι αὐτὴν τῷ δεξαμένῳ μεγέθει ἀνάγκη· ἡ δὲ ὕλη οὐκ ἐν μεγέθει τὸ εἶναι ἔχει οὐδὲ ὅλως ἐν ἑτέρῳ ὑφέστηκεν· τοὐναντίον γὰρ δεξαμένην καὶ ὑποβάθραν αὐτὴν ἁπάντων ὑποθέμενοι εἶναι ἀπεφήναντο. πῶς οὖν τὸ ἀσώματον καὶ ἀμερὲς μερίζεται; τίς δὲ καὶ ὁ τῆς διαιρέσεως τρόπος; τὰ γὰρ διαιρούμενα ἢ ὡς γένος εἰς εἴδη διαιρεῖται, ὡς τὸ ζῷον εἰς ἵππον καὶ ἄνθρωπον, ἢ ὡς εἶδος εἰς ἄτομα, ὡς ἄνθρωπος εἰς Σωκράτη καὶ Πλάτωνα, εἴπερ τις καὶ τοῦτο διαίρεσιν καλεῖν ἀξιώσειεν, ἢ ὡς ὅλον εἰς μέρη, ὡς Σωκράτης εἰς χεῖρας καὶ πόδας καὶ κεφαλὴν καὶ τὰ λοιπὰ μόρια ἢ τὸ δεκάπουν ξύλον εἰς τὰ δέκα ποδιαῖα ξύλα, ἢ ὡς ὁμώνυμος φωνὴ εἰς διάφορα σημαινόμενα, ὡς ἡ κύων φωνὴ εἰς τὸν ἀστρῷον καὶ χερσαῖον καὶ θαλάττιον. ὡς μὲν οὖν γένος εἰς εἴδη ἀδύνατον διαιρεῖσθαι τὴν ὕλην· τὰ γὰρ γένη ταῖς εἰδοποιοῖς διαφοραῖς εἰς τὰ εἴδη διαιρεῖται, ἡ δὲ ὕλη παντελῶς ἐστιν κατὰ τοὺς ὑποθεμένους αὐτὴν ἀνείδεος. ὥστε οὐδὲ διαφορὰν συστατικὴν ἢ διαιρετικὴν ἕξει καὶ διὰ τοῦτο οὔτε ὡς γένος εἰς εἴδη διαιρεθήσεται ἡ ὕλη ἀλλ' οὐδὲ ὡς εἶδος εἰς ἄτομα· καὶ γὰρ τὰ ὑπὸ τὸ αὐτὸ εἶδος ἀναγόμενα ἄτομα διαφοραῖς τισιν ἀπ' ἀλλήλων τέμνεται· καὶ γὰρ ἄνθρωπος ἀνθρώπου καὶ ἵππος ἵππου διαφέρει· δύο γοῦν ἄτομα κατὰ πάντα τὰ αὐτὰ εἶναι καὶ ἀδιάφορα πάντῃ ἀδύνατον· οὐκοῦν, εἰ καὶ ἡ ὕλη εἰς ἄτομα τέμνεται, διοίσουσι πάντως ἀλλήλων διαφοραῖς τισιν τὰ ὑπὸ τὴν αὐτὴν ὕλην ἀναγόμενα ἄτομα. καὶ ἄλλως δέ· ἀριθμὸν ὅλως καὶ πλῆθος ἄνευ διαφορᾶς