Ancient Greek · ~6 min
Page 438
Joannes Philoponus Phil., De aeternitate mundi 438
Not analysed yet
εἶναι ἀδύνατον· εἰ οὖν ἄλλῳ ἄλλη ἡ ἀσώματος κατ' ἀριθμὸν ὕλη ὑπόκειται, εἴπερ πλείονά ἐστιν καὶ διῃρημένα ἀλλήλων τὰ ἔνυλα, πλείονες ἄρα κατ' ἀριθμὸν αἱ ἀσώματοι ὗλαι· ἄλλη γὰρ ἡ Σωκράτει ὑποκειμένη ὕλη ἀσώματος καὶ ἄλλη Πλάτωνι καὶ τῷδε τῷ ξύλῳ καὶ τῷδε τῷ ἵππῳ· εἰ δὲ πλείονες τῷ ἀριθμῷ αἱ ἀσώματοι ὗλαι, οὐκ ἄρα ἀδιάφοροι· πῶς οὖν ἔτι ἀνείδεος ἡ ὕλη, ἧς τὰ μέρη διαφοραῖς τισι διαφέρει ἀλλήλων; πάλιν δ' αὖ τὰ μὲν ἄτομα ἀδιαίρετά ἐστιν, ᾗ τοιαῦτά ἐστιν· ὁ γὰρ Σωκράτης εἰ διαιρεθείη, οὐκέτι ἐστὶν Σωκράτης, ἡ δὲ ὕλη διαιρουμένη ἔτι ἐστὶν ὕλη· διαιρουμένου γὰρ τοῦ ξύλου συνδιαιρεῖται μὲν καὶ ἡ ὑποκειμένη αὐτῷ ἀσώματος ὕλη, μένει δὲ ὕλη οὐδὲν ἧττον ἡ ἐν ἑκάστῳ τμήματι· οὐκ ἄρα οὐδὲ ὡς εἶδος εἰς ἄτομα διαιρεῖται ἡ ὕλη. ἀλλ' οὐδ' ὡς ὁμώνυμος φωνὴ εἰς διάφορα σημαινόμενα μερισθήσεται, ὡς μῦς ὅ τε θαλάσσιος καὶ ὁ γηγενής· οὐδὲ γὰρ φωνή ἐστιν μόνον ἡ ὕλη ὁμώνυμος. καὶ εἰ φωνὴ δὲ ἦν ὁμώνυμος ἡ ὕλη, καὶ οὕτω πάλιν οὐκ ἂν ἦν ἀνείδεος ἑκάστου μέρους αὐτῆς ἴδιόν τι σημαινόμενον καὶ ἰδίαν φύσιν ἔχοντος· πάντα γὰρ τὰ ὁμώνυμα τοιαῦτά ἐστιν· ὁμώνυμος μὲν γὰρ ἡ κύων φωνή, ἀλλ' ἄλλο μέν τι σημαίνει ἐπὶ τοῦ χερσαίου κυνός, ἕτερον δὲ ἐπὶ τοῦ θαλαττίου καὶ ἐπὶ τοῦ ἀστρῴου ἄλλο· ὥστε τὰ ὁμώνυμα πάντα εἰδοποιοῖς διαφοραῖς ἀλλήλων διαφέρει. οὐκοῦν, εἰ καὶ ἡ ὕλη ὡς ὁμώνυμος φωνὴ εἰς διάφορα διῄρητο σημαινόμενα, ἀνάγκη πᾶσα τὰ τμήματα αὐτῆς εἰδοποιοῖς διαφοραῖς ἀλλήλων διαφέρειν· ὥστ' οὐκέτι ἂν εἴη ὕλη ἀνείδεος· οὐκ ἄρα οὐδ' ὡς