Ancient Greek · ~6 min
Page 441
Joannes Philoponus Phil., De aeternitate mundi 441
Not analysed yet
γενομένη ἢ μέλαινα οὐδὲν μᾶλλον ἢ ἧττον σάρξ ἐστιν μηδὲν ἐκ τῆς λευκότητος ἢ μελανίας καθὸ σάρξ ἐστιν μεταβάλλουσα. εἰ μὲν οὖν ἔμεινεν ἡ ὕλη ἀσώματος καὶ μετὰ τὸ δέξασθαι τὸ τοῦ σώματος εἶδος, ἔτι μένει τὸ ἄπορον, πῶς τὸ ἀσώματον καὶ ἀμερὲς μερίζεται καὶ πῶς τοῖς ἀμερέσι μερισμοῦ αἰτία γίνεται ἀμερὴς οὖσα καὶ ἀσώματος. εἰ δὲ ἐξέστη τοῦ εἶναι ἀσώματος καὶ αὐτὸ σῶμα καὶ μέγεθος γέγονεν, οὐκέτ' ἂν ἀμετάβλητος εἴη· ὥστε οὐδὲ ἀγένητός τε καὶ ἄφθαρτος καὶ ἄλλως· εἰ ἀσώματος οὖσα μετέβαλεν καὶ γέγονεν σῶμα, ἀνάγκη πᾶσα ἢ εἶναί ποτε αὐτὴν ἐνεργείᾳ ἀσώματον, εἶτα γεγονέναι σῶμα, ἢ μηδέποτε αὐτὴν γεγονέναι ἐνεργείᾳ ἀσώματον. εἰ μὲν οὖν ἐνεργείᾳ ποτὲ ἦν ἀσώματος, εἶτα μεταβαλοῦσα γέγονεν σῶμα, πρῶτον μὲν δύναιτ' ἂν πάλιν καὶ τὸ σῶμα γενέσθαι ἀσώματον, εἶτα καθὸ οὐκ ἔμεινεν ἀσώματος ἐφθάρη. εἰ δὲ τὸ ἀσώματον ἐφθάρη, καὶ γέγονεν ἐξ ἀνάγκης· οὐδὲν γὰρ τῶν φθαρτῶν ἀγένητον. εἰ δὲ τοῦτο, ἀνάγκη πᾶσα ἄλλο τι τῇ ὕλῃ ὑποκείμενον εἶναι κατὰ τὰ πρότερον δεδειγμένα, περὶ ὃ τὸ ποτὲ μὲν ἀσώματον ὂν ποτὲ <δὲ> σῶμα μεταβάλλει, καὶ τοῦτο πάντως οὔτε σῶμα ἔσται οὔτε ἀσώματον, εἴπερ σώματί τε καὶ ἀσωμάτῳ ὑπόκειται· ἀλλ' οὐδὲν εἶναι μεταξὺ σώματός τε καὶ ἀσωμάτου ἐνδέχεται, ἐπεὶ μηδὲ τῆς ἀντιφάσεως· τὸ γὰρ ἀσώματον πάντως που καὶ σῶμα οὐκ ἔστιν, ἀδύνατον δὲ μήτε σῶμα εἶναί τι μήτε μὴ σῶμα τὸ αὐτό· ἀντίφασις γὰρ τοῦτο, οὐδὲν δὲ οὔτε τῶν ὄντων οὔτε τῶν μὴ ὄντων ἐκφυγὸν καυχήσεται τὴν ἀντί-