Ancient Greek
Page 440
Joannes Philoponus Phil., De aeternitate mundi 440
Not analysed yet
ὄντα τὰ εἴδη κατὰ τὸν ἴδιον λόγον ἐν τῇ ὕλῃ γινόμενα μεριστὰ γίνεται, τοῦ δὲ πάθους τούτου ἡ ὕλη ἐστὶν αἰτία, δηλονότι ποιητικὸν ἂν εἴη τοῦ πάθους τούτου (τῆς διαιρέσεώς φημι) ἡ ὕλη αἴτιον· ὥστε οὐκ ἀνείδεος ἡ ὕλη· τὸ γὰρ ποιοῦν δυνάμει τινὶ καὶ εἴδει ποιεῖ. καὶ ἐντεῦθεν οὖν δῆλον, ὅτι τριχῇ διαστατόν ἐστιν τὸ πρῶτον ἁπάντων ὑποκείμενον καὶ ἡ ὕλη, ὅπερ φύσει μεριστὸν ὂν τοῖς ἐν αὐτῷ ὑφισταμένοις εἴδεσιν μερισμοῦ καὶ διαστάσεως αἴτιον γίνεται. ἔνθεν καὶ εἰς ἄτομα τὰ εἴδη τέμνεται οὐκ αὐτὰ καθ' αὑτὰ μεριζόμενα ἀλλὰ τῷ ὑποκειμένῳ μεριστῷ ὄντι συνδιαιρούμενα· φύσει γὰρ καθ' αὑτὸ ἀμερές ἐστιν τὸ ἀσώματον, ἀλλὰ τοῦ ὑποκειμένου (τουτέστιν τοῦ τριχῇ διαστατοῦ, ἐν ᾧ καὶ ὑφέστηκεν) μεριστοῦ ὄντος καὶ τοῦ ὅλου τὴν εἰς ὁμοιομερῆ τομὴν δεχομένου συμβαίνει καὶ τὰ ἐν τούτῳ ἐνιδρυμένα εἴδη ἅτε δὴ συνδιασταθέντα αὐτῷ διὰ τὸ ἐν αὐτῷ γενέσθαι διαστατῷ ὄντι καὶ συνδιαιρεῖσθαι αὐτῷ ἐξ ἀνάγκης. εἰ δέ τις εἴποι ποσωθεῖσαν πρότερον καὶ σωματωθεῖσαν τὴν ὕλην οὕτω λοιπὸν μεριστὴν γενέσθαι, οὐδὲν ἧττον καὶ οὕτως ἀπορήσομεν, πότερον αὐτὴ ἡ ἀσώματος ὕλη μεταβαλοῦσα καὶ τοῦ εἶναι ἀσώματος ἐκστᾶσα αὐτόχρημα σῶμα γέγονεν καὶ μέγεθος ἢ ἀμετάβλητος καὶ ἀσώματος μείνασα τὸ τοῦ σώματος εἶδος ἐδέξατο, ὥσπερ τὸ μέγεθος δεξάμενον εἰ τύχοι τὸ τῆς σαρκὸς εἶδος οὐδὲν ἧττον ᾗ μέγεθός ἐστιν ἔμεινεν ἀμετάβλητον καὶ ὡσαύτως ἔχον καὶ ἡ σὰρξ λευκὴ