Ancient Greek · ~6 min
Page 443
Joannes Philoponus Phil., De aeternitate mundi 443
Not analysed yet
γονε, τοῦτο δέ ἐστιν σῶμα, εἴπερ καὶ αὐτὸ μεταβάλλει. ἀλλ' εἰ ἀδύνατον, ὡς πολλάκις εἴρηται, τὸ πρῶτον ὑποκείμενον μεταβάλλειν, οὐκ ἄρα οὔτε δυνάμει ἀσώματον εἶναι τὴν ὕλην ἐνδέχεται τὸν ἄπειρον χρόνον, δέδεικται δὲ ὅτι οὔτε ἐνεργείᾳ. ὥστε οὐδ' ὅλως ἀσώματον εἶναι τὴν ὕλην ἐνδέχεται. ἔτι εἰ ἡ πρώτη τῶν σωμάτων ὕλη ἀσώματος καὶ τὰ εἴδη πάντα ἀσώματά ἐστιν (τοῦτο γὰρ ἀληθὲς ὂν καὶ παρὰ πάντων ὁμολογεῖται), πῶς δύο ἀσωμάτων τε καὶ ἀμερῶν σύνθεσις τὸ ἐξ ἀμφοῖν μέγεθος καὶ σῶμα πεποίηκεν; καὶ εἰ μυρία ἀμερῆ συντιθέμενα μέγεθος οὐ ποιεῖ ὡς τὰ σημεῖα, πόθεν δύο ἀμερῶν σύνθεσίς τις (τῆς ὕλης φημὶ καὶ τοῦ εἴδους) μέγεθος καὶ σῶμα γεγένηται; εἰ δὲ φήσουσιν δυνάμει εἶναι σῶμα τὴν ὕλην, κἂν ἀσώματος εἴη, εἰ μὲν ἀεί ἐστιν δυνάμει σῶμα, οὐδέποτε δήπουθεν ἔσται ἐνεργείᾳ σῶμα, ἀεὶ δὲ ἐνεργείᾳ ἀσώματος· τὸ γὰρ δυνάμει τι ὂν ἕως ἂν μόνως ᾖ δυνάμει, ἐνεργείᾳ τοῦτο εἶναι ἀδύνατον· τὸ γὰρ ὕδωρ ἕως ἂν μόνως ᾖ δυνάμει θερμόν, ἐνεργείᾳ θερμὸν οὐκ ἔστιν. εἰ οὖν ἀεὶ δυνάμει ἐστὶν σῶμα ἡ ὕλη, ἀεὶ ἔσται ἐνεργείᾳ ἀσώματος· μένει οὖν ἡ ἀπορία. πῶς δὲ ἀσώματον ἀσωμάτῳ συντιθέμενον μέγεθος ποιεῖ καὶ σῶμα; ἄλλως τε εἰ ἀεί ἐστιν δυνάμει σῶμα, οὐδέποτε δὲ ἐνεργείᾳ γίνεται σῶμα, μάτην ἕξει τὴν δύναμιν μηδέποτε προϊοῦσαν εἰς ἐνέργειαν. ἀλλ' οὐδὲν τῶν ἀιδίων δυνάμει ἐστὶν μόνως τὸν ἄπειρον χρόνον, ὡς καὶ Ἀριστοτέλει δοκεῖ· ἐν μὲν γὰρ τοῖς γινομένοις καὶ φθειρομένοις ἐνδέχεται δυνάμει τι εἶναι, ὃ μὴ