Ancient Greek · ~6 min
Page 444
Joannes Philoponus Phil., De aeternitate mundi 444
Not analysed yet
πρόεισιν εἰς ἐνέργειαν φθανούσης τῆς φθορᾶς τὴν τῆς δυνάμεως τελείωσιν καὶ ἐνέργειαν (δυνάμενος γὰρ πᾶσαν ἐπιστήμην ὁ ἄνθρωπος ἐπιδέξασθαι οὐ πάντως δέχεται φθανούσης τῆς φθορᾶς τὴν ἐνέργειαν, καὶ τὸ ξύλον δυνάμει ὂν θρόνος ἢ ναῦς οὐ πάντως καὶ ἐνεργείᾳ γίνεται), ἐπὶ δὲ τῶν ἀιδίων ἀδύνατον εἶναί φησιν Ἀριστοτέλης μόνως δυνάμει τι εἶναι τὸν ἄπειρον χρόνον· μάτην γὰρ ἕξει τὴν δύναμιν μηδέποτε προιοῦσαν εἰς ἐνέργειαν. οὐκ ἄρα ἐνδέχεται τὸν ἄπειρον χρόνον δυνάμει σῶμα εἶναι τὴν ὕλην. εἰ δὲ δυνάμει οὖσα σῶμα ἢ ποτὲ γέγονεν ἐνεργείᾳ σῶμα ἢ ἀεί ἐστιν ἐνεργείᾳ σῶμα, τὰ αὐτὰ πάλιν ἐροῦμεν· εἰ μὲν γὰρ ἀμετάβλητον εἴη τὸ σῶμα ᾗ σῶμά ἐστιν, οὐδεμίαν ἕξουσιν ἀπόδειξιν τοῦ ὅλως ὑποκεῖσθαί τινα τοῖς σώμασιν ὕλην ἀσώματον· εἰ δὲ καὶ τὸ σῶμα μεταβάλλει, κατ' οὐδέν ἐστιν ἡ ὕλη ἀμετάβλητος, οὔτε καθὸ ἦν ἀσώματος οὔτε καθὸ γέγονε σῶμα· εἰ δὲ μὴ εἴη ἀμετάβλητος, ἄλλο τι ἔσται καὶ αὐτῇ ὑποκείμενον καὶ ὕλης ὕλην ἐπινοήσομεν καὶ περὶ ἐκείνης πάλιν τὰς αὐτὰς ἀπορήσομεν ἀπορίας καὶ εἰς ἄπειρον τὸ ἄτοπον ἄνεισιν. ἀλλ' οὔτε μεταβάλλειν τὸ πρῶτον τῶν φυσικῶν ὑποκείμενον ἐνδέχεται καὶ τοῦ, ὅ ἐστιν, ἐξίστασθαι οὔτε ἄλλο τι αὐτῷ ὑποκεῖσθαι· οὐ γὰρ ἂν ἔτι πρῶτον εἴη ὑποκείμενον. δῆλον οὖν ἐντεῦθεν, ὡς οὐκ ἐνδέχεται δυνάμει σῶμα εἶναι τὴν ὕλην. ἀποδέδεικται δὲ νῦν, ὡς οὔτε ἀσώματον αὐτὴν εἶναι οἷόν τε οὔτε δυνάμει οὔτε ἐνεργείᾳ, ἔτι δὲ οὐδὲ ἀνείδεον διὰ τὸ μηδ' ὅλως ἐνδέχεσθαί τι τῶν ὄντων ἀνείδεον εἶναι·