Ancient Greek · ~5 min
Page 459
Joannes Philoponus Phil., De aeternitate mundi 459
Not analysed yet
των ὁ λόγος τῷ Πρόκλῳ πρόεισιν, δειξάτω τις ἡμῖν, ποῦ Πλάτων οὑτωσὶ διαρρήδην ἄναρχον εἶναι τὴν ὕλην ὑπέθετο καὶ ἀίδιον γενέσεως ἀρχὴν οὐκ ἔχουσαν· οὐδαμοῦ γὰρ ἔστιν τῶν διαλόγων τοῦτο εὑρεῖν Πλάτωνα λέγοντα· ὁπότε καί, εἰ σαφῶς οὕτως ἀίδιον αὐτὴν εἶναι ὑπέθετο, τῷ δὲ ἀίδιον εἶναι τὴν ὕλην συνεισήγετο ἐξ ἀνάγκης τὸ καὶ τὸν κόσμον εἶναι ἀίδιον, οὐδεὶς ἂν εὐλόγως οἶμαι τῆς ἀληθείας μᾶλλον ἢ τοῦ Πλάτωνος φροντίδα ποιούμενος ἐντεῦθεν συνῆγεν, ὡς καὶ τὸν κόσμον ἀγένητον εἶναι καὶ ἀίδιον ὁ Πλάτων ᾤετο, ἐκείνου σαφῶς ἀπό τινος ἀρχῆς γεγονέναι αὐτὸν καὶ οὐκ ἀεὶ εἶναι λέγοντος καὶ πρὶν γενέσθαι μὴ εἶναι· τί γάρ, εἰ τῇ περὶ τῆς ὕλης ὑποθέσει μὴ συνεῖδεν ὁ Πλάτων τὸ ἐξ ἀνάγκης ἑπόμενον; πολλαχοῦ γὰρ ἄνθρωπός γε ὢν τῆς ἀληθοῦς τῶν πραγμάτων διήμαρτεν καταλήψεως, ὡς ἐν τῷ πρὸ τούτου ὑπεμνήσαμεν λόγῳ. ἀλλ' οὐδ' ἐκ τοῦ τὰ μαχόμενά τινας ὑποθέσθαι οὐ συνεωρακότας, ὡς μάχεται, τὸ μὴ θάτερον τῶν μαχομένων αὐτοὺς ὑποθέσθαι συνάγεται, ἀλλὰ τὸ ψευδῶς θάτερον ὑποθέσθαι τὸ τῷ ἀληθεῖ ἀντικείμενον. ὅτι δὲ καὶ ἐν ἑτέροις τοῦτο πεπονθὼς ὁ Πλάτων φαίνεται (λέγω δὴ τὰ μαχόμενα ὑποθέμενος), ἑνός που τῶν ἐκείνου καὶ νῦν ὑποδείγματος χάριν μνησθήσομαι. διʹ. Τῶν τεσσάρων στοιχείων μόνην τὴν γῆν ἀμετάβλητον εἶναι ἐν Τιμαίῳ Πλάτων ὑπέθετο, τὰ δὲ λοιπὰ τρία μεταβάλλειν εἰς ἄλληλα· καὶ ἔξεστίν γε