Ancient Greek · ~5 min
Page 458
Joannes Philoponus Phil., De aeternitate mundi 458
Not analysed yet
τοῦτό ἐστιν οὔτε ἄφθαρτος. οὐκοῦν οὐδ' εἰ ἐν τῇ τῶν μερῶν τῶν τοῦ κόσμου [ἐν τῇ] εἰς ἄλληλα μεταβολῇ ἀμετάβλητον μένει τὸ ὑποκείμενον, ἤδη καὶ παντελῶς ἀγένητον αὐτὸ καὶ ἄφθαρτον εἶναι ἀνάγκη. ἀλλ' εἴπερ ἡ κοσμοποιία ἀρχὴν τοῦ εἶναι δειχθείη λαβοῦσα, ἀνάγκη καὶ τὴν ὕλην ἀρχὴν τοῦ εἶναι ἔχειν καὶ μὴ εἶναι ἀίδιον. ἀρχὴν δὲ τοῦ εἶναι λαβοῦσα ἐξ οὐδενὸς προϋποκειμένου γεγένηται· πᾶν γὰρ τὸ γινόμενον (τουτέστιν πᾶν τὸ ἀρχὴν τοῦ εἶναι λαμβάνον) πρότερον οὐκ ὂν (τοῦτο γὰρ λέγω γινόμενον καὶ οὐ μόνον τὸ διὰ γενέσεώς τινος καὶ χρονικῆς παρατάσεως ἐκ τοῦ μὴ ὄντος εἰς τὸ ὂν μεταβάλλον) ἐξ οὐκ ὄντος τὴν ὕπαρξιν καὶ τὴν οὐσίαν λαμβάνει, καθ' ὃ γίνεται, καὶ εἰς τὸ μὴ ὂν πάλιν φθαρὲν ἀναλύεται, ὡς ἐν τῷ ἐνάτῳ λόγῳ δέδεικται. ὥστε καὶ ἡ ὕλη, εἰ γίνοιτο καὶ ἀρχὴν τοῦ εἶναι λαμβάνοι, ἐξ οὐδενὸς προϋποκειμένου γενήσεται, ἀλλὰ μηδαμῶς οὖσα, πρὶν γένηται, ἐκ τοῦ μὴ ὄντος εἰς τὸ ὂν ὑπὸ τοῦ δημιουργήσαντος αὐτὴν παράγεται. οὕτω μὲν οὖν αὐτὸ καθ' αὑτὸ τὸ προκείμενον ἐξετάσαντες ἐπιχείρημα οὐδεμίαν ἀνάγκην εὕρομεν, ὡς, εἴπερ ἡ ὕλη γένοιτο, ὕλης ἑτέρας δεήσεται διὰ τὸ τὰ γινόμενα ἐξ ὕλης γίνεσθαι, τοὐναντίον δὲ μᾶλλον ἀναγκαῖον ἐφάνη, ἐπειδὴ τὰ γινόμενα, καθὰ εἰδοπεποίηνται γινόμενα, τουτέστιν εἰς τὸ εἶναι παραγόμενα, ὕλης δεῖται, ἀκόλουθον τὴν ὕλην, εἴπερ γίνοιτο, μὴ δεῖσθαι ὕλης. γιʹ. Ἐπειδὴ δὲ πάλιν ὡς ἐκ τῶν Πλάτωνι δοκούν-