Ancient Greek · ~5 min
Page 461
Joannes Philoponus Phil., De aeternitate mundi 461
Not analysed yet
τεσσάρων στοιχείων συνίστησιν. περὶ μὲν οὖν τοῦ οὐρανίου σώματος ἐν ἑτέροις ὑπομνήσομεν. ὅτι δὲ καὶ τὰ ἡμέτερα σώματα καὶ τὰ τῶν λοιπῶν ζῴων ἐκ τῶν τεσσάρων στοιχείων συντίθησιν (τοῦτο γὰρ νῦν μοι χρῄζει ὁ λόγος), ἄκουε πάλιν αὐτοῦ Πλάτωνος λέγοντος· ‘καὶ ὁ μὲν δή’, φησίν, ‘ταῦτα διατάξας’ (λέγει δὲ περὶ τοῦ δημιουργοῦ τοῦ παντός) ‘ἔμενεν ἐν τῷ ἑαυτοῦ κατὰ τρόπον ἤθει, μένοντος δὲ ἐννοήσαντες οἱ παῖδες τὴν τοῦ πατρὸς τάξιν ἐπείθοντο αὐτῇ καὶ λαβόντες ἀρχὴν ἀθάνατον θνητοῦ ζῴου μιμούμενοι τὸν σφέτερον δημιουργὸν πυρὸς καὶ γῆς ὕδατός τε καὶ ἀέρος ἀπὸ τοῦ κόσμου δανειζόμενοι μόρια ὡς ἀποδοθησόμενα πάλιν εἰς ταὐτὸν τὰ λαμβανόμενα ξυνεκόλλων’. ὁ αὐτὸς ἄρα Πλάτων καὶ τὴν γῆν ἀμετάβλητον εἰς τὰ λοιπὰ στοιχεῖά φησιν τῶν ἄλλων στοιχείων εἰς ἄλληλα μεταβαλλόντων καὶ τὰ τῶν θνητῶν ζῴων σώματα καὶ τῶν λοιπῶν ἁπάντων ἐκ τῶν αὐτῶν τούτων τεσσάρων στοιχείων συγκεῖσθαι βούλεται. ταῦτα δὲ μαχόμενά τέ ἐστιν καὶ ἀσύγκλωστα καὶ οὐ λίνον λίνῳ συνάπτοντος κατὰ τὴν παροιμίαν, λέγω δὴ τὸ καὶ τὴν γῆν ἀμετάβλητον εἰς τὰ λοιπὰ λέγειν καὶ τὰ σύνθετα ἐκ τῶν τεσσάρων συγκεῖσθαι στοιχείων. εἰ μὲν γὰρ ἡ γῆ ἀμετάβλητός ἐστιν, οὐδὲν τῶν συνθέτων ἐκ τῶν τεσσάρων στοιχείων συνέστηκεν· εἰ δὲ ἐκ τῶν τεσσάρων τὰ σύνθετα, ἀδύνατον εἶναι τὴν γῆν εἰς τὰ λοιπὰ ἀμετάβλητον· οὐδὲν γὰρ ἐν τοῖς συνθέτοις ἐνεργείᾳ τῶν στοιχείων