Ancient Greek · ~6 min
Page 462
Joannes Philoponus Phil., De aeternitate mundi 462
Not analysed yet
ὁρᾶται, οὐ πῦρ, οὐ γῆ, οὐ τῶν ἄλλων οὐδέν· παράθεσις γὰρ εἶναι τῶν στοιχείων καὶ οὐ κρᾶσις ἔμελλεν, ὡς οἱ περὶ Ἐμπεδοκλέα ὑπετίθεντο, νῦν δὲ πᾶσαι δι' ἀλλήλων κεχωρήκασιν αἱ τῶν στοιχείων ποιότητες, εἰ καὶ ὄγκοι παράκεινται· οὐδὲν γάρ ἐστιν τοῦ συνθέτου μόριον, κἂν τὸ ἀτομώτατον εἴποις, ὃ μὴ ἐκ τῶν τεσσάρων συνέστηκεν· τοῦτο δὲ τῶν ἀδυνάτων ἦν, εἰ παράθεσις τῶν στοιχείων καὶ μὴ κρᾶσις ὅλων δι' ὅλων ἐν τῷ συνθέτῳ ὑπῆρχεν. εἰ οὖν μηδέν ἐστιν ἐν τῷ συνθέτῳ τῶν στοιχείων ἐνεργείᾳ, ἀλλὰ κραθέντων αὐτῶν ἡ μὲν ἑκάστου ἰδέα ἐφθάρη, ἄλλο δέ τι τῇ τούτων μίξει καὶ κράσει ἐπιγέγονεν εἶδος, τὸ τῆς σαρκὸς φέρε ἢ τὸ τοῦ αἵματος ἢ ἄλλο ὁτιοῦν, δῆλον οἶμαι παντί, ὡς ἐν τῷ συνθέτῳ καὶ ἡ γῆ μεταβέβληκεν. εἰ δὲ τῆς ἰδέας τῶν στοιχείων ἐν τῷ συνθέτῳ φθαρείσης ἕν τι καὶ ὁμοειδὲς τὸ ἐκ πάντων ἐγένετο, οἷον ἢ σὰρξ ἢ ὀστοῦν ἢ ὁτιοῦν ἄλλο, ἐνδέχεται δὲ πάλιν, μᾶλλον δὲ ἀναγκαῖόν ἐστιν φθειρομένην τὴν σάρκα εἰς τά, ἐξ ὧν συνέστηκεν, ἀναλύεσθαι τῶν ἐκ τοῦ κόσμου δανεισθέντων μορίων ἀποδιδομένων αὖθις, ἐνδέχεται ἄρα τὸ τυχὸν αὐτῆς μόριον καὶ τὸν τυχόντα ὄγκον πάσης ὁμοειδοῦς οὔσης καὶ γῆν γενέσθαι καὶ ὕδωρ καὶ ἀέρα καὶ πῦρ· ἀποκληρωτικὸν γὰρ καὶ πλασματῶδες τὸ λέγειν, ὅτι τόδε μὲν τὸ μόριον τῆς σαρκὸς ὕδωρ γίνεται, τοῦτο δὲ γῆ, πῦρ δὲ ἄλλο κἀκεῖνο ἀήρ, παντὸς μορίου τῆς σαρκὸς τοῖς λοιποῖς ὁμοειδοῦς ὄντος καὶ πάσης εἰς τὰ στοιχεῖα ἀναλυομένης. εἰ οὖν ἐνδέχεται τὸν τυχόντα τῆς