Ancient Greek · ~5 min
Page 467
Joannes Philoponus Phil., De aeternitate mundi 467
Not analysed yet
βʹ. Ὅτι ἔστι τινὰ καὶ τῶν κατ' αὐτοὺς ἀεὶ γινομένων ὕλης δεόμενα. ἐν ᾧ πάλιν, ὅτι οὐ πᾶν τὸ γινόμενον ὕλης δεῖται. γʹ. Ὅτι οὐδὲ τὰ ποτὲ γινόμενα ὕλης πάντως δεῖται. δʹ. Ὡς ἐν πορίσματι, ὅτι οὐ πᾶν τὸ γινόμενον ἐξ ὄντος γίνεσθαι. εʹ. Ὅτι, εἰ καὶ ἀληθὲς ἦν τὸ τὰ ποτὲ ὄντα καὶ μὴ ἀεὶ ἢ διὰ τὴν ὕλην ἀνεπιτηδείως ἔχουσαν μὴ ἀεὶ εἶναι ἢ διὰ τὸ ποιοῦν ἐλλιπῶς ἔχον εἰς τὸ ποιεῖν, οὐδ' οὕτως ἀναγκαῖον ἦν τὸν κόσμον εἶναι ἀίδιον. ϛʹ. Ὅτι ψεῦδός ἐστιν τὸ τὰ μὴ ἀεὶ ὄντα ἢ διὰ τὴν ὕλην ἢ διὰ τὸ ποιητικὸν αἴτιον ἢ δι' ἄμφω μόνον μὴ ἀεὶ εἶναι, ἀλλ' ἐνδέχεται καὶ δι' ἑτέρας αἰτίας παρὰ ταύτας μὴ ἀεί τι εἶναι. ἐν ᾧ, ὅτι [τὸ εἶναι] τὴν ὕλην ἐπιτηδείαν καὶ εὐεργὸν εἰς γένεσιν πρὸ τῆς γενέσεως ἀνάγκη εἶναι. Λύσις τοῦ δωδεκάτου λόγου. αʹ. Ἐδείξαμεν ἐν τῷ πρὸ τούτου, ὡς, εἴπερ ἡ ὕλη γίνοιτο καὶ ἀρχὴν τοῦ εἶναι λαμβάνοι, οὐ δεήσεται ὕλης, ἵνα γένηται. οὐκ ἄρα πᾶν τὸ γινόμενον (ὥς φησιν ὁ φιλόσοφος) ὕλης δεῖται, ἀλλ' ἔστιν τινὰ τῶν γινομένων, ἃ μόνου δεῖται τοῦ ποιοῦντος· ‘παντὶ γὰρ ἀδύνατον χωρὶς αἰτίου γένεσιν ἔχειν’, ὥς φησιν Πλάτων. καὶ ἄλλως· εἰ μήτε κατὰ τύχην ἐστὶν ἡ ὕλη,