Ancient Greek · ~6 min
Page 466
Joannes Philoponus Phil., De aeternitate mundi 466
Not analysed yet
Πρόκλου διαδόχου λόγος δωδέκατος. "Δωδέκατος· πᾶν τὸ γενητὸν ὕλης δεῖται καὶ ποιοῦντος. ὥστε, εἰ τὸ γενητὸν ὂν μὴ ἀεί ἐστιν ἀλλὰ ποτέ, ἢ διὰ τὴν ὕλην ἀνεπιτήδειον οὖσαν οὐκ ἔστιν ἢ διὰ τὸ ποιοῦν ἐλλεῖπον εἰς τὸ ποιεῖν ἢ δι' ἀμφότερα, μήτε ὕλης ἐπιτηδείας οὔσης μήτε τοῦ ποιοῦντος αὐτάρκους. εἰ οὖν ὁ κόσμος οὐκ ἦν πρότερον ἢ οὐκ ἔσται ὕστερον, ἢ διὰ τὴν ὕλην τοῦτο πέπονθεν ἢ διὰ τὸ ποιοῦν αὐτὸν κόσμον. ἀλλὰ τοῦτο μὲν εἰς τὸ ποιεῖν ἀεὶ αὔταρκες τὸ αὐτὸ ὂν ἀεὶ καὶ οὐκ ἄλλοτε ἀλλοῖον· ἢ οὖν οὐδὲ νῦν εἰς τὸ κοσμεῖν ἱκανὸν ἢ καὶ νῦν καὶ πρότερον καὶ ὕστερον. ἡ δὲ ὕλη <ἢ> ὡσαύτως ἀεὶ ἦν ἐπιτηδεία πρὸς τὸ κοσμεῖσθαι καθάπερ καὶ νῦν ἢ οὐδὲ νῦν ὡσαύτως ἀεὶ ἡ αὐτὴ οὖσα· καὶ γὰρ αὕτη ἀναλλοίωτος ὡς τὸ ποιοῦν ἀμετάβλητον. εἰ οὖν πᾶν τὸ ποτὲ μὲν ὂν ποτὲ δὲ μὴ ὂν ἢ διὰ τὸ ποιοῦν μὴ ὂν ἱκανόν ἐστιν τοιοῦτο ἢ παρὰ τὴν ὕλην μὴ ἀεὶ εὐεργὸν οὖσαν, οὔτε δὲ τὸ ποιοῦν τὸν κόσμον ποτὲ μὲν ἱκανόν ἐστιν ποιεῖν ποτὲ δὲ οὐχ ἱκανὸν οὔτε ἡ ὕλη ποτὲ μὲν εὐεργὸς ποτὲ δὲ οὐκ εὐεργός, οὐκ ἂν εἴη ποτὲ μὲν ὂν ποτὲ δὲ οὐκ ὄν. τὸν ἀεὶ ἄρα χρόνον καὶ τὸ δημιουργοῦν ποιεῖ καὶ ἡ ὕλη κοσμεῖται καὶ ὁ κόσμος ἔστιν. Κεφάλαια τῆς λύσεως τοῦ δωδεκάτου λόγου. αʹ. Ὅτι ψεῦδος τὸ ‘πᾶν τὸ γινόμενον ὕλης δεῖται’.