Ancient Greek
Page 469
Joannes Philoponus Phil., De aeternitate mundi 469
Not analysed yet
ἔστιν λόγος ὅσον ἐμέ γε εἰδέναι ὁ ἀναγκάζων αὐτὰ εἶναι ἄναρχα· καὶ τοῦτο γὰρ ἡμῖν ἱκανῶς ἐν ἑτέρῳ λόγῳ γεγύμνασται, ὡς οὐδεμία φύσις δεκτικὴ οὖσα κακίας, οἵα ἐστὶν ἡ ἡμετέρα ψυχή, ἄναρχον τὴν ὕπαρξιν δύναται ἔχειν. καὶ ἐν τῷ πρώτῳ δὲ λόγῳ δέδεικται, ὡς ἀδύνατον εἶναι τὸν κόσμον ἄναρχον· τοῦ δὲ κόσμου μὴ ἄναρχον τὴν ὑπόστασιν ἔχοντος οὐδὲ τὴν ὕλην ἄναρχον εἶναι ἐνδέχεται· τῶν πρός τι γὰρ ἡ ὕλη καὶ ἡ γένεσις καὶ μετ' ἀλλήλων εἶναι ἀνάγκη τήν τε ὕλην καὶ τὴν τοῦ κόσμου γένεσιν, ὡς καὶ αὐτὸς ὁ Πρόκλος ἐν τῷ πρὸ τούτου κεφαλαίῳ διεξῆλθεν, πλὴν συγκεχωρήσθω, ὡς εἶπον, καὶ τὴν ὕλην καὶ τὴν ἡμετέραν ψυχὴν ἄναρχον ἔχειν τὴν ὕπαρξιν. πάντως δήπου ποιητὴς ὢν αὐτῶν καὶ δημιουργὸς ὁ θεὸς ἢ ποτὲ αὐτὰ ποιεῖ ἢ ἀεί· πᾶν γὰρ τὸ ποιοῦν τι ἢ ἀεὶ αὐτὸ ποιεῖ ἢ ποτέ· καὶ ἐπειδὴ τὸ ποτὲ αὐτὰ γίνεσθαι οὐ βούλονται, ἀεὶ δηλονότι ὑπὸ θεοῦ γίνονται. τίς οὖν ἡ αἰτία τοῦ τὰ μὲν ποτὲ γινόμενα ὕλης δεῖσθαι, ἵνα γένηται, τὰ δὲ ἀεὶ γινόμενα μὴ δεῖσθαι ὕλης; οὐ γὰρ δή γε ταῖς ψιλαῖς αὐτῶν ἀποφάνσεσιν πεισθησόμεθα· εἰ γὰρ πᾶν τὸ γινόμενον ὕλης δεῖται, ὡς ἐν τούτοις φησὶν ὁ Πρόκλος, ὥσπερ τὸ ποτὲ γινόμενον δεῖται ὕλης ποτέ, οὕτω δήπου καὶ τὸ ἀεὶ γινόμενον ἀεὶ δεῖσθαι ὕλης εὔλογον, ἤ, εἰ μὴ τοῦτο, οὐ πᾶν ἄρα τὸ γιγνόμενον ὕλης δεῖται· ἄλλως τε εἰ μόνον <τὸ ποτὲ γινόμενον> ὕλης δεῖται, ὁ δὲ κόσμος κατ' αὐτοὺς ἀεὶ γίνεται καὶ οὐ ποτέ, οὐ δεηθήσεται ὕλης ὁ κό-