Ancient Greek · ~6 min
Page 470
Joannes Philoponus Phil., De aeternitate mundi 470
Not analysed yet
σμος ἀεὶ ὑπὸ θεοῦ γινόμενος· ἄυλος οὖν ἡ τοῦ κόσμου γένεσις. καίτοι ὥσπερ τῶν ποτὲ γινομένων ἕκαστον (λέγω δὴ τῶν μερικῶν) ἐξ ὕλης καὶ εἴδους σύγκειται, οὕτω δὴ καὶ ὅλος ὁ κόσμος ὡς ὅλος ἐξ ὕλης καὶ εἴδους σύγκειται, καὶ ὡς ἡ τὶς ὕλη πρὸς τὸ μερικὸν εἶδος ἔχει, οὕτω καὶ ἡ ἁπλῶς ὕλη πρὸς τὸ ὅλον ἔχει καὶ πᾶν. ἢ οὖν ὁ κόσμος οὐδὲ ἀεὶ γινόμενος ὕλης δεήσεται, εἴπερ μόνα τὰ ποτὲ γινόμενα δεῖται ὕλης, μὴ δεόμενος δὲ ὕλης ἁπλοῦς τε ἔσται καὶ ἄυλος, ὅπερ ἐστὶν ψεῦδος, ἤ, εἴπερ ἀεὶ γινόμενος ἀεὶ δεῖται ὕλης ἔνυλός γε ὤν, οὐκ ἄρα μόνα τὰ ποτὲ γινόμενα ὕλης δεῖται, ἵνα γένηται, ἀλλ' ἔστιν τινὰ καὶ τῶν ἀεὶ γινομένων ὕλης δεόμενα. εἰ οὖν ἀληθὲς τὸ πᾶν τὸ γινόμενον ὕλης δεῖσθαι, δυοῖν ἀνάγκη θατέρῳ συγχωρεῖν, ἢ μὴ εἶναι τῆς ὕλης τὸν θεὸν αἴτιόν τε καὶ δημιουργόν, καὶ οὕτως οὐ μία ἡ τῶν ὄντων ἔσται ἀρχὴ ἀλλὰ δύο τὰ ἄναρχα καὶ ἐξ οὐδενὸς τὴν αἰτίαν τοῦ εἶναι ἔχοντα, θεὸς καὶ ὕλη κατὰ τοὺς Μανιχαίων λήρους, ἤ, εἴπερ καὶ τῆς ὕλης ἐστὶν δημιουργὸς ὁ θεός, ἀνάγκη καὶ τὴν ὕλην γινομένην ὕλης δεῖσθαι, ἵνα γένηται. εἰ οὖν ἄμφω ταῦτα ἄτοπα καὶ οὔτε ὕλης ὕλην ἐνδέχεται εἶναι καὶ τῶν πάντων αἴτιον εἶναι τὸν θεὸν ἡ περὶ τοῦ μίαν εἶναι τὴν πάντων ἀρχὴν ἀληθὴς ὑπαγορεύει δόξα, ψεῦδος ἄρα τὸ πᾶν τὸ γινόμενον ὕλης δεῖσθαι, ἵνα γένηται. γʹ. Ἀλλὰ τὰ μὲν ἀεὶ γινόμενα, φησίν, οὐ πάντως ὕλης δεῖται, τὰ δὲ ποτὲ γινόμενα καὶ ἀρχὴν τοῦ εἶναι λαμβάνοντα πάντως ὕλης δεῖται. ἀλλ' ἤδη δυνάμει