Ancient Greek · ~6 min
Page 472
Joannes Philoponus Phil., De aeternitate mundi 472
Not analysed yet
μὴ γίγνεται, γίγνεται δ' ὅμως, οὐκ ἀεὶ γίγνεται ἀλλὰ ποτέ· τὸ μὲν γὰρ ποτὲ γινόμενον οὐ πάντως καὶ ἀεὶ γίνεται, ὡς Πλάτων φέρε καὶ τόδε τὸ φυτὸν καὶ τῶν ἀτόμων ἕκαστον. τὸ δὲ ἀεὶ γινόμενον καὶ ἐν χρόνῳ τὸ εἶναι ἔχον καὶ τὸ ἀεὶ χρονικὸν καὶ οὐκ αἰώνιον καὶ ποτὲ γίνεσθαι ἀεὶ ἀνάγκη· τὸ γὰρ ἀνὰ πάντα τὸν χρόνον γινόμενον καὶ ἔν τινι χρόνῳ γίνεται πάντως, καὶ τοῦτό γε αὐτὸ καὶ ἐν τῷ πεντεκαιδεκάτῳ κεφαλαίῳ τοῦ τετάρτου λόγου σαφῶς δεδείχαμεν. νῦν οὖν γιγνομένη ὑπὸ θεοῦ ἡ ὕλη ἢ δεῖται ὕλης ἢ οὐ δεῖται. εἰ μὲν οὖν δεῖται, κἀκείνη ἄλλης δεήσεται καὶ τοῦτο ἐπ' ἄπειρον· εἰ δὲ μὴ δεῖται, οὐδὲ τὸ ποτὲ ἄρα γινόμενον πάντως ὕλης δεῖται, ἵνα γένηται. εἶπον δὲ πολλάκις, ὅτι γένεσιν καλῶ αὐτὴν τὴν ψιλὴν τῶν πραγμάτων εἰς τὸ εἶναι παραγωγὴν καὶ οὐσίωσιν, κἂν ἀθρόαν καὶ ἐν τῷ νῦν τῷ ἀμερεῖ λαμβάνῃ τὴν ὕπαρξιν, ὥσπερ ἀχρόνως ὑπὸ ἡλίου τὸ διαφανὲς καταλάμπεται, κἂν μὴ χρονικῆς δέηται παρατάσεως, ὡς ἡ ναῦς τυχὸν καὶ τὰ τικτόμενά τε καὶ φυόμενα ἐν παρατάσει τινὶ χρόνου τὴν εἰς τὸ εἶναι λαμβάνει πάροδον. δʹ. Καὶ ἐντεῦθεν δὲ οἶμαι δῆλον, ὡς οὐ πᾶν τὸ γινόμενον ἐξ ὄντος γίνεται. εἰ γὰρ ἀεὶ γινόμενος ὑπὸ θεοῦ ὁ κόσμος καὶ νῦν γίνηται (εἴπερ χρονικὸν τοῦ κόσμου τὸ ἀεί), εἰ μὲν ἐξ ὄντος νῦν γίνοιτο, ἕτερον δηλονότι παρ' αὐτόν ἐστιν τό, ἐξ οὗ γίνεται. πότερον οὖν κἀκεῖνο ὑπὸ θεοῦ γίνεται ἢ οὔ; εἰ μὲν οὖν οὐχ ὑπὸ θεοῦ ἐκεῖνο γίνεται, οὐ πάντων ἔσται