Ancient Greek · ~6 min
Page 471
Joannes Philoponus Phil., De aeternitate mundi 471
Not analysed yet
καὶ τοῦτο ἡμῖν ἱκανῶς διευκρίνηται ἐν τῷ πρὸ τούτου λόγῳ. ἐδείξαμεν γὰρ ἐν ἐκείνῳ, ὡς, εἰ καὶ ποτὲ γίνοιτο ἡ ὕλη, οὐδαμῶς ὕλης δεήσεται διὰ τὸ τὰ μὲν ὑπὸ φύσεως γινόμενα νῦν κατὰ τὸ εἶδος γίνεσθαι καὶ τὸ εἶδος αὐθυπόστατον μὴ εἶναι καὶ διὰ τοῦτο εἰκότως δεῖσθαι ὕλης, ἵνα ὑποστῇ, ἀντικειμένως δὲ ἔχειν πρὸς τὸ εἶδος τὴν ὕλην, τῷ δὲ ἀντικειμένῳ τὸ ἀντικείμενον ἕπεσθαι, λέγω δὴ τῇ γενέσει τῆς ὕλης τὸ μὴ δεῖσθαι ὕλης ἅτε δὴ μὴ δεομένης ὑποκειμένου πρὸς ὕπαρξιν διὰ τὸ αὐτὴν εἶναι ὑποκείμενον τῶν φυσικῶν ἁπάντων· ὥστε οὐδὲ τὸ ποτὲ γινόμενον πάντως ὕλης δεήσεται. ἐπεὶ καὶ ἡ τῶν μερικῶν προσεχὴς ὕλη ποτὲ γίνεται, ὡς καὶ αὐτὸς ὁ Πρόκλος ἐν τῷ πρὸ τούτου εἴρηκε λόγῳ, καὶ ἐδείξαμεν ἐν ἐκείνῳ διὰ πλειόνων, ὅτι, ἐπὰν ὡς ὕλη τι γίνηται, οὐκ ἐξ ὕλης γίνεται· ὥστε οὐδὲ τὸ ποτὲ γινόμενον ὕλης δεῖται πάντως, ἵνα γένηται. καὶ ἄλλως· εἰ κατ' αὐτοὺς ἀεὶ γίνεται ὑπὸ θεοῦ ὁ κόσμος, δηλονότι καὶ νῦν γίνεται· εἰ γὰρ μὴ νῦν γίνεται, οὐκ ἀεὶ γίνεται ἀλλὰ ποτὲ μόνως. οὐκοῦν καὶ ἡ ὕλη τοῦ κόσμου ἢ ἀεὶ γίνεται ὑπὸ θεοῦ ἢ ποτὲ μόνον ἢ οὐδέποτε. ἀλλ' ἐπεὶ τὸ μηδέποτε ὑπὸ θεοῦ γίνεσθαι ἀδύνατον δέδεικται (εἴπερ πάντων ἐστὶν ποιητὴς καὶ δημιουργὸς ὁ θεὸς καὶ οὐδὲν τῶν ὄντων αὐτὸ ἑαυτῷ τοῦ εἶναί ἐστιν αἴτιον ἀλλ' ἐκ τοῦ πάντων αἰτίου πάντα ὑφέστηκεν) μήτε δὲ ποτὲ καὶ ἀπὸ χρόνου γεγονέναι τὴν ὕλην συγχωροῦσιν, ἀεὶ δηλονότι γίνεται. εἰ οὖν ἀεὶ γίνεται ἡ ὕλη, καὶ νῦν δηλονότι γίνεται· εἰ γὰρ νῦν