Ancient Greek · ~6 min
Page 475
Joannes Philoponus Phil., De aeternitate mundi 475
Not analysed yet
μάτων καὶ τὴν τῆς οἰκίας γένεσιν, οἷον τοῦ ἀγαθοῦ, δι' ὃ τούτων ἕκαστον γίνεται; καὶ ἐπὶ πάντων ὁ αὐτὸς λόγος. εἰ δέ φησιν ὁ Πρόκλος μὴ εἶναι τοὺς ἤδη ἐξεσμένους λίθους ἐπιτηδείαν ὕλην οἰκίας, πρὶν συντεθῆναί τε καὶ ἀλλήλοις προσαρμοσθῆναι, οὐδὲν ἕτερον ἐρεῖ ἢ ὅτι, εἰ μὴ τὸ εἶδος ἐπιτεθῇ τῇ ὕλῃ, οὐκ ἔστιν ἡ ὕλη ἐπιτηδεία εἰς τὸ δέξασθαι τὸ εἶδος· ἡ γὰρ τῶν λίθων ἁρμονία μετὰ τῶν λοιπῶν τῶν συνιόντων εἰς οἰκίας γένεσιν αὐτὸ ἤδη γένεσίς ἐστιν τοῦ τῆς οἰκίας εἴδους· ὥστε, ἐπειδὰν ἁρμοσθῶσιν οἱ λίθοι ἤδη οἰκία γενόμενοι, οὐκέτι λέγονται ἐπιτήδειοι εἶναι εἰς οἰκίας γένεσιν ἀλλ' ἤδη ἐνεργείᾳ γεγονέναι οἰκία· ἐπιτήδειον γὰρ λέγεται εἰς τὸ γενέσθαι τι τὸ ἔτι δυνάμει ὂν καὶ μήπω κατ' ἐνέργειαν ἐκεῖνο γενόμενον, ὡς τὸ ὕδωρ ἐπιτήδειον λέγεται εἰς τὸ θερμαίνεσθαι, κἂν ψυχρὸν ᾖ· ἐπειδὰν γὰρ θερμανθῇ ἤδη, λοιπὸν ἐνεργείᾳ εἶναι θερμὸν καὶ οὐκ ἐπιτηδείως ἔχειν εἰς τὸ θερμαίνεσθαι λέγεται. καὶ ὁ κηρὸς δὲ ἐπειδὰν ἤδη τὰ γράμματα δέξηται, οὐ λέγεται ἁπλῶς ἐπιτήδειος εἶναι εἰς τὸ γραφῆναι ἀλλ' ἤδη ἐνεργείᾳ γεγράφθαι· ὁ γὰρ κηρὸς ὁ μηδὲν ἐλλείπων ἐπιτηδειότητος εἰς τὸ γραφῆναι τί μᾶλλον ὡς ὕλη γραμμάτων ἐπιτηδειότερος γέγονεν μετὰ τὸ γραφῆναι ἢ πρὶν γραφῆναι; ὁμοίως καὶ οἱ κατὰ λόγον ἐξεσμένοι λίθοι τί μᾶλλον ἐπιτηδεία ὕλη εἰσὶν οἰκίας μετὰ τὸ ἁρμοσθῆναι ἤδη καὶ τὸ τῆς οἰκίας δέξασθαι εἶδος ἢ πρὶν ἁρμοσθῆναι; ἡ γὰρ σύνθεσις καὶ ἁρμονία τῶν τε λίθων καὶ τῶν ξύλων οὐδὲν ἕτερόν ἐστιν ἢ ἡ τοῦ εἴδους τῆς οἰκίας γένεσις·