Ancient Greek · ~6 min
Page 476
Joannes Philoponus Phil., De aeternitate mundi 476
Not analysed yet
οὐ γὰρ ὕλην ποιεῖ συντιθεὶς τὰ ξύλα καὶ τοὺς λίθους ὁ οἰκοδόμος, ἀλλ' αὐτὸ τὸ τῆς οἰκίας αὐτοῖς ἐπιτίθησιν εἶδος· ὥστε οἱ μήπω μὲν συντεθέντες λίθοι ἐξεσμένοι δὲ ὅμως οὗτοι λοιπὸν ἐπιτηδεία ὕλη εἰσὶν εἰς οἰκίας γένεσιν. τί οὖν ἐκώλυεν ὅσον ἐπὶ τοῖς νῦν εἰρημένοις καὶ τῆς τοῦ κόσμου ὕλης ἀεὶ ἐπιτηδείας οὔσης εἰς γένεσιν κόσμου, εἰ καὶ ἀίδιον αὐτὴν εἶναί τις συγχωρήσειεν, καὶ τοῦ δημιουργοῦ αὐτάρκως ἔχοντος εἰς τὸ κοσμοποιεῖν δι' ἄλλην τινὰ αἰτίαν μὴ ἀεὶ εἶναι τὸν κόσμον, εἰ συνεῖδεν τυχὸν ὁ δημιουργὸς ἀγαθὸν εἶναι τοῖς γινομένοις τὸ ποτὲ γενέσθαι; τοῦτο δὲ εἶπον οὐκ οἰόμενός ποτε τὴν ὕλην αὐτὴν καθ' αὑτὴν χωρὶς τῶν εἰδῶν ὑποστῆναι (οὐ γὰρ χωρὶς μὲν τὴν ὕλην τοῦ κόσμου, χωρὶς δὲ τὸ εἶδος ὁ δημιουργὸς παρήγαγεν, ἀλλ' ἅμα καὶ ἀχρόνως τὸ συναμφότερον δημιουργεῖ, ὡς καὶ ἐν τοῖς ἔμπροσθεν πολλάκις εἴπομεν) ἀλλὰ δεῖξαι βουλόμενος, ὅτι, εἰ καί τις ἀίδιον εἶναι τὴν ὕλην συγχωρήσειεν καὶ τοῦ κόσμου προϋπάρχειν, οὐδὲν ἀναγκαστικὸν ἔχει αὐτὸς καθ' αὑτὸν ὁ νῦν εἰρημένος τοῦ Πρόκλου λόγος, ὥστε καὶ τὸν κόσμον δεῖξαι ἀίδιον· οὐ γὰρ μόνον διὰ τὴν ὕλην ἀνεπιτηδείαν οὖσαν οὐδὲ διὰ μόνον τὸ ποιοῦν οὐκ αὐτάρκως ἔχον ὅσον ἐπὶ τῷ ποιεῖν δύνασθαι τὰ γινόμενα οὐ γίνεται, ἀλλ' ἔστιν καὶ δι' ἕτερα ἄττα αἴτια τὸ δυνάμενον γενέσθαι μὴ γίνεσθαι· ὥστε, εἰ μὴ μόνον αἴτια τῶν γινομένων ἐστὶν τό τε ποιητικὸν αἴτιον καὶ ἡ ὕλη, ἀλλ' ἔστιν πρὸς τοῖς ἄλλοις καὶ τὸ τελικὸν μάλιστα (τουτέστιν τὸ συμφέρον τε καὶ ἀγαθὸν τῷ