Ancient Greek · ~5 min
Page 49
Joannes Philoponus Phil., De aeternitate mundi 49
Not analysed yet
τικός, ὁπηνίκα ἐκ ταύτης τῆς δυνάμεως μεταβάλλῃ εἰς τὴν δευτέραν καλουμένην ἐνέργειαν, καθ' ἣν ἤδη προχειρίζεται τὰ θεωρήματα, οὐχ ὑφ' ἑτέρου ἐνεργείᾳ ὄντος γραμματικοῦ μεταβάλλει, ἀλλ' αὐτὸς ὑφ' ἑαυτοῦ ἀμέσως ἐκ τοῦ μὴ ἐνεργεῖν εἰς τὸ ἐνεργεῖν μεταβάλλει· καὶ ἐπὶ πάντων ὁ αὐτὸς λόγος. τούτων οὖν ἡμῖν σαφῶς διευκρινημένων ἔλθωμεν ἐπὶ τὸ προκείμενον αὐτὴν πρῶτον τὴν λέξιν τοῦ φιλοσόφου ἐκθέμενοι. εʹ. ‘Εἰ κατ' ἐνέργειαν’, φησίν, ‘ὁ δημιουργὸς ἀεὶ δημιουργός, καὶ τὸ δημιουργούμενον ἀεὶ κατ' ἐνέργειαν ἔσται δημιουργούμενον· ὅταν γάρ, φησὶν Ἀριστοτέλης, τὸ αἴτιον ᾖ κατ' ἐνέργειαν, ἔσται καὶ τὸ αἰτιατὸν οὕτως κατ' ἐνέργειαν’. ὅρα, πῶς οὐ προσδιορίζεται, κατὰ ποῖον τῶν τοῦ ἐνεργείᾳ σημαινομένων ὑποτίθεται τὸν δημιουργὸν ἐνεργείᾳ εἶναι δημιουργόν, ἀλλ' ἁπλῶς καὶ ἀδιορίστως τῷ ἐνεργείᾳ αἰτίῳ ἕπεσθαί φησιν τὸ αἰτιατὸν κατ' ἐνέργειαν, ἵνα τὸ ἐπὶ τινὸς σημαινομένου τῶν ἐνεργείᾳ ἀληθεῦον ἀξίωμα πάντως τοῦ ἐνεργείᾳ κατηγορήσῃ, ὅπερ ἐδείξαμεν ὑπάρχον ψεῦδος, ἐπὶ μόνου δὲ τοῦ δευτέρου ἐνεργείᾳ χώραν ἔχον. εἰ οὖν ἡμεῖς ἀεὶ καθ' ἕξιν ἐνεργείᾳ δημιουργὸν εἶναι τὸν θεὸν ὑποτιθέμεθα, ὅπερ ἐστὶν τὸ πρότερον ἐνεργείᾳ, ποία ἔτι ἀνάγκη οὕτως ὄντος ἀεὶ τοῦ θεοῦ ἐνεργείᾳ δημιουργοῦ καὶ τὸν κόσμον ἀεὶ εἶναι; τοῦτο δὲ ἐποίησεν σοφιστικῶς ὁ φιλόσοφος, ἵν' ἡμῶν λεγόντων μὴ ἀεὶ