Ancient Greek · ~5 min
Page 48
Joannes Philoponus Phil., De aeternitate mundi 48
Not analysed yet
ναι. ἐπὶ δὲ τοῦ προτέρου ἐνεργείᾳ οὐκέτι ἀληθὲς τὸ ἀξίωμα· ἐνδέχεται γὰρ οἰκοδόμον ἕξιν μὲν τοῦ οἰκοδομεῖν ἔχειν, μὴ οἰκοδομεῖν δέ, καὶ τὸν ἕξιν διδασκαλικὴν ἔχοντα μὴ διδάσκειν· ὥστε τοῦ οὕτως αἰτίου κατ' ἐνέργειαν ὄντος, λέγω δὲ τοῦ καθ' ἕξιν οἰκοδόμου ἢ τοῦ διδασκάλου, τὸ αἰτιατὸν οὐ πάντως ἔσται, τουτέστιν τὸ οἰκοδομούμενον ἢ διδασκόμενον. καὶ ἐνῆν γε καὶ τοὺς ἀρίστους τῶν φιλοσόφων τὰ αὐτὰ ἡμῖν σχεδὸν ἐπὶ λέξεως παραθέσθαι λέγοντας ἄλλους τε καὶ Ἀλέξανδρον τὸν Ἀριστοτέλους ἐξηγητὴν ἐν τοῖς εἰς τὴν ἀποδεικτικὴν ὑπομνήμασιν· ἐναργοῦς δὲ ὄντος τοῦ λόγου τὸ τοιοῦτο νῦν παραιτήσομαι. τὸ μὲν τῶν ἀξιωμάτων πρῶτον οὕτως ἀληθείας ἔχει. δʹ. Τὸ δὲ δεύτερον τὸ λέγον, ὅτι τὸ δυνάμει, ὁπηνίκα εἰς ἐνέργειαν ἄγεται, ἀνάγκη πάντως ὑπό τινος ἑτέρου ὄντος κατ' ἐνέργειαν τοιούτου, οἷον αὐτό ἐστιν δυνάμει, μεταβάλλειν καὶ εἰς ἐνέργειαν ἄγεσθαι, ἐπὶ τοῦ προτέρου μόνον δυνάμει χώραν ἔχει· τὸ γὰρ παιδίον δυνάμει γραμματικὸν ὂν μεταβάλλει εἰς τὸ ἐνεργείᾳ εἶναι γραμματικὸν ὑπὸ τοῦ κατ' ἐνέργειαν ὄντος γραμματικοῦ καὶ τὸ ὕδωρ δυνάμει θερμὸν ὑπάρχον μεταβάλλει καὶ γίνεται ἐνεργείᾳ θερμὸν ὑπὸ πυρὸς τυχὸν ἢ ἁπλῶς τοῦ κατ' ἐνέργειαν θερμοῦ. οὐκέτι δὲ ἐπὶ τοῦ δευτέρου δυνάμει ἀληθὲς τοῦτο ὑπάρχει τὸ ἀξίωμα· ὁ γὰρ τὴν ἕξιν ἔχων τῶν γραμματικῶν θεωρημάτων καὶ ταύτῃ δυνάμει λεγόμενος εἶναι γραμμα-