Ancient Greek · ~6 min
Page 493
Joannes Philoponus Phil., De aeternitate mundi 493
Not analysed yet
κίνησιν οὐδεμίαν ἕξει ἀνάγκην ἑτέρας εἶναι διὰ τοῦτο οὐσίας, πλὴν ὅτι ἀμέσως μὲν ὑπὸ τῆς ἀσωμάτου φύσεως ὁ οὐρανός, διὰ μέσου δὲ τούτου τὰ ἐντὸς κύκλῳ φερόμενα τῆς τοιαύτης ἀπολαύει κινήσεως, καὶ τοῦτο εἰκότως· εἰ γὰρ καὶ μία ὕλη τῷ γένει πᾶσι τοῖς συνθέτοις ὑπόκειται σώμασιν (τὰ τέσσαρα λέγω στοιχεῖα), ἀλλ' οὖν ἐπειδὴ ἄλλο εἶδος ἄλλου εἴδους ἐστὶν κρεῖττον, οἷον φέρε <τὸ> τοῦ χρυσοῦ ἢ τὸ τοῦ σιδήρου καὶ τὸ τοῦ συνθέτου ἀνθρώπου ἢ τὸ τοῦ κυνός, πρὸς λόγον δὲ τῆς τῶν εἰδῶν ὑπεροχῆς ἡ φύσις καὶ τὴν τῶν στοιχείων καθαρωτέραν μοῖραν εἰς τὴν τῶν συνθέτων ἐκλέγεται γένεσιν, ἡ δὲ τοῦ οὐρανίου σώματος ἰδέα τῶν ἄλλων ἁπάντων σωμάτων ὑπεραναβέβηκεν, ἀνάγκη δήπου καὶ τῶν στοιχείων αὐτὸ τὸ εἰλικρινέστατον καὶ οἷον ἀπάνθισμα ὕλην τῇ τοῦ οὐρανίου σώματος ὑποκεῖσθαι ἰδέᾳ. ἐπεὶ οὖν καὶ ὕλῃ καὶ εἴδει κρεῖττον ὑπάρχει τῶν ἐντὸς ἁπάντων τὸ οὐράνιον σῶμα καὶ ταύτῃ μακροβιώτατόν ἐστιν καὶ ὡς ἔνι μάλιστα ἀπαθές, εἰκότως καὶ πρῶτον τῶν ἐντὸς (φημὶ δὴ τῆς γε τοῦ πυρὸς ὁλότητος καὶ τοῦ ὑπὲρ τὰς κορυφὰς τῶν ὀρῶν ἀέρος) τῆς κύκλῳ μετέχει κινήσεως καὶ δι' ἐκείνου οὔτε τὰ ἐντὸς ἀλλ' οὐδὲ τὰ ἐκτὸς πέμπτης ἂν εἶεν διὰ τὸ κύκλῳ φέρεσθαι φύσεως οὔτε ὁ οὐρανός. ζʹ. Δεδειγμένου τοίνυν, ὡς οὐδεμία ἔστιν ἀνάγκη διὰ τὴν κύκλῳ κίνησιν ἔκφυλον καὶ ξένον τῆς τῶν τεσσάρων στοιχείων φύσεως τὸ οὐράνιον ὑπονοεῖν σῶμα, ἐκ τούτων δὲ αὐτῶν καὶ ὁ οὐρανὸς κατὰ Πλά-