Ancient Greek
Page 492
Joannes Philoponus Phil., De aeternitate mundi 492
Not analysed yet
βίας ἐπὶ τὸ κάτω κινηθῆναι, κἂν πύριος ᾖ· δέδεικται δέ, ὅτι οὐδὲ ἐπὶ τὸ ἄνω· ὅλως ἄρα ἀδύνατον ἐπ' εὐθείας τὸν οὐρανὸν κινεῖσθαι τῆς τοῦ πυρὸς μάλιστα μετέχοντα φύσεως κατὰ Πλάτωνα. ϛʹ. Ποία δὲ ὅλως ἀνάγκη δι' αὐτὸ μόνον τὸ κύκλῳ κινεῖσθαι τὸν οὐρανὸν εὐθὺς αὐτὸν καὶ ἑτέρας εἶναι φύσεως παρὰ τὰ τέσσαρα ὑποτίθεσθαι; εἰ γὰρ ἡ τοῦ πυρὸς ὁλότης, λέγω δὴ τὸ αἰθέριον σῶμα, ὅπερ Ἀριστοτέλης ὑπέκκαυμα προσηγόρευσεν, κύκλῳ κινούμενον ἐναργῶς καὶ οὐκ ἐπ' εὐθείας φαίνεται, ὡς τὰ ἐν αὐτῷ γινόμενα πάθη παρίστησιν (κομῆταί φημι καὶ τὰ παραπλήσια· ὁρᾶται γὰρ ἀνατέλλοντά τε καὶ δύνοντα καὶ κύκλῳ τῷ οὐρανῷ συμπεριθέοντα) καὶ οὐδεὶς ἂν διὰ τοῦτο τῆς τῶν στοιχείων αὐτὸ φύσεως ὑπεξέλοι (αὐτὴ γάρ ἐστιν τοῦ στοιχειώδους πυρὸς ἡ ὁλότης), οὐδ' ἄρα τὸν οὐρανὸν διὰ τὸ κύκλῳ καὶ μὴ ἐπ' εὐθείας κινεῖσθαι ἑτέρας ὑπονοεῖν οὐσίας καὶ οὐ τῆς τῶν στοιχείων εὔλογον, εἴτε αὐτοῦ τοῦ σώματος εἶναί τις τὴν τοιαύτην βούλοιτο κίνησιν εἴτε ἀπὸ τῆς ἐνούσης αὐτῷ ψυχῆς ἐγγίνεσθαι. ὡς οὖν ἡ τοῦ πυρὸς ὁλότης οὐχ ὑπὸ φυσικῆς ὁρμῆς τὴν κύκλῳ ποιεῖται κίνησιν ἀλλὰ τῷ περιέχοντι οὐρανῷ συμπεριάγεται (ὥσπερ ἀμέλει καὶ τὸ ἐντὸς τῶν μηχανημάτων ὕδωρ κύκλῳ συμπεριδινεῖται τοῖς μηχανήμασιν) καὶ ἔστιν αὐτῷ τῷ ὑπεκκαύματι ὑπὲρ τὴν αὐτοῦ φύσιν ἡ τοιαύτη κίνησις, οὕτω καὶ ὁ οὐρανὸς ὑπὸ κρείττονος δυνάμεως καὶ ἀσωμάτου κυκλοφορούμενος καὶ ὑπὲρ τὴν τοῦ σώματος αὐτοῦ φύσιν τὴν τοιαύτην ἔχων