Ancient Greek · ~6 min
Page 496
Joannes Philoponus Phil., De aeternitate mundi 496
Not analysed yet
ἢ στοιχεῖον, καὶ ὥσπερ τὸ εἰκοσάπηχυ ξύλον τῆς νεώς ἐστιν μέρος, οὕτω καὶ τὸ ποδιαῖον, καὶ ἐπ' αὐτοῦ δὲ τοῦ κόσμου ὡς ἡ ὅλη ἀπλανὴς μέρος ἐστὶν τοῦ κόσμου, οὕτω καὶ τῆς ἀπλανοῦς τὸ μέρος οἷον ὁ κύων ἢ ἄλλος ὁστισοῦν τῶν ἐν αὐτῇ ἀστέρων μέρος ἐστὶν τοῦ παντὸς κόσμου. εἰ οὖν καὶ ἡ ὅλη γῆ μέρος ἐστὶν τοῦ κόσμου, καὶ τὸ τῆς γῆς ἄρα μέρος οἷον ὁ Ὄλυμπος μέρος ἐστὶν τοῦ κόσμου· ὥστε καὶ τὸ τοῦ Ὀλύμπου μέρος τοῦ κόσμου ἐστὶν μέρος· καὶ ἐπὶ τῶν λοιπῶν στοιχείων ὁ αὐτὸς λόγος. εἰ οὖν τὰ τῶν στοιχείων μέρη τοῦ κόσμου ἐστὶν μέρη, πάντα δὲ τὰ τῶν στοιχείων μέρη γενητά ἐστιν καὶ φθαρτά, ἔστιν ἄρα τινὰ τῶν τοῦ κόσμου μερῶν, ἅπερ γενητά ἐστιν καὶ φθαρτά· εἰ δὲ τοῦτο, οὐκ ἄρα τὰ ὁπωσοῦν γενόμενα καὶ φθειρόμενα ἀποτελέσματα τοῦ κόσμου ἐστὶν καὶ οὐ μέρη, ὥς φησιν ὁ Πρόκλος. θʹ. Τούτων οὖν δεδειγμένων παντὶ δῆλόν [ὅτι] ἐστιν, ὡς αὐτὸς ἑαυτῷ παραχρῆμα τὰ ἐναντία ὁ Πρόκλος ὑπέθετο καὶ εἰς ἀντίφασιν περιπέπτωκεν. καὶ ἄξιόν γε θεωρῆσαι, ὅπως εὐρίπου δίκην ὡς ὑπὸ πνευμάτων ἐναντίων συνελαυνόμενος ἀντιμεταρρεῖ τοῖς λόγοις καί, ἅπερ ὑπὸ τῆς ἀληθείας ὁμολογεῖν ἀναγκάζεται, ταῦτα πάλιν ἀναιρεῖ τὸν προτεθέντα αὐτῷ ψευδῆ σκοπὸν συμπερᾶναι βουλόμενος. εἰπὼν γάρ, ὡς ἀλλότριόν ἐστιν τὸ οὐράνιον σῶμα τῆς τῶν στοιχείων φύσεως διὰ τὸ μήτε ἄνω κινεῖσθαι μήτε κάτω, καὶ δεῖξαι βουλόμενος, ὅτι διὰ τοῦτο ἀγένητόν ἐστιν καὶ ἄφθαρτον, ὁμολογεῖ μὲν ἐξ ἀνάγκης, ὅτι αἱ γενέ-