Ancient Greek · ~5 min
Page 497
Joannes Philoponus Phil., De aeternitate mundi 497
Not analysed yet
σεις καὶ αἱ φθοραὶ τῶν ἐναντίων ἀλλήλαις εἰσὶν καὶ ὅτι ἐναντία τὰ ἐναντίας ἔχοντα κατὰ φύσιν κινήσεις, οἷον τὸ πῦρ καὶ τὸ ὕδωρ· ταῦτα γὰρ ἐναντίας ἔχοντα κινήσεις ταῖς ἐναντίαις καὶ φθαρτικαῖς ἀλλήλων ποιότησι χαρακτηρίζονται· τὸ μὲν γὰρ πῦρ κοῦφον ὑπάρχον καὶ ἀνωφόρον θερμόν ἐστιν καὶ ξηρόν, τὸ δ' ὕδωρ βαρὺ ὂν καὶ κάτω βρῖθον ψυχρόν ἐστιν καὶ ὑγρόν, ἐξ ὧν ἐναντίων ὄντων θερμοῦ καὶ ψυχροῦ ξηροῦ τε καὶ ὑγροῦ αἱ γενέσεις ἐν τοῖς φυσικοῖς καὶ φθοραὶ γίνονται· ἐπεὶ οὖν ἐναντία τὰ στοιχεῖα ὡς τῶν ἐναντίων μετέχοντα δυνάμεων, διὰ τοῦτό φησιν ὁ Πρόκλος ‘ταῦτα μὲν ἂν γίνοιτο καὶ φθείροιτο, τὸ δὲ οὐράνιον ἀγένητον ἂν εἴη καὶ ἄφθαρτον’ ἅτε δὴ τῆς τούτων φύσεως ἀλλότριον ὑπάρχον καὶ μηδεμίαν ἔχον ἐναντίωσιν. εἰπὼν δὲ πάντα καὶ ὥσπερ ἰλιγγιάσας διὰ τὸ συνεωρακέναι τὸ ἐξ ἀνάγκης ἑπόμενον (τῶν γὰρ τοῦ κόσμου μερῶν, λέγω δὴ τῶν στοιχείων, γενητῶν ὄντων καὶ φθαρτῶν καὶ αὐτὸν γενητὸν εἶναι καὶ φθαρτὸν ἀνάγκη) παραχρῆμα τὴν ἰδίαν θέσιν ἀνῄρηκεν· τὰ γὰρ στοιχεῖα ταῦτα, ἅπερ γίνεσθαι καὶ φθείρεσθαι ὡμολόγηκεν, προελθὼν εὐθὺς τοῖς μὲν μέρεσίν φησιν αὐτὰ γίγνεσθαί τε καὶ φθείρεσθαι, τὰ δὲ ὅλα κατὰ φύσιν ἔχειν, καὶ ἐφεξῆς σαφῶς ἀγένητά φησιν αὐτὰ εἶναι καὶ ἄφθαρτα, <ἃ> καλῶς αὐτὸς προωμολόγησεν, ταῦτα διαγράφων. καίτοι τοῦ μὲν γενητὰ εἶναι καὶ φθαρτὰ ἱκανωτάτην ἀποδέδωκεν αἰτίαν τὸ ταῖς ἐναντίαις αὐτὰ ποιότησι πεποιῶσθαι, αἵτι-