Ancient Greek · ~5 min
Page 5
Joannes Philoponus Phil., De aeternitate mundi 5
Not analysed yet
ροι αἱ δὲ πεπερασμέναι, ἀποκληρωτικὸς ἔσται ὁ λόγος καὶ πολλῇ τῇ αὐτονομίᾳ χρώμενος· τίς γὰρ ἡ ἐξουσία τήνδε μὲν τὴν τοῦ θεοῦ δύναμιν ἄπειρον εἶναι λέγειν, τήνδε δὲ πεπερασμένην; ἔσται γὰρ τὸ θεῖον κατὰ τὶ μὲν αἰώνιον κατὰ τὶ δὲ ὑπὸ χρόνον καὶ αὐτὴ ἡ τὸν χρόνον παράγουσα τοῦ θεοῦ δύναμις ὑπὸ χρόνον ἔσται. πῶς δὲ συνέξει ἐς ἀεὶ τὰ ὄντα, εἰ μὴ ἄπειρος; ᾗ γὰρ ἂν δυνάμει δημιουργεῖ τις, ταύτῃ που πάντως καὶ συνέχει τὸ δημιουργούμενον. καὶ ἡ τρίτη ἄρα ὑπόθεσις ἄτοπος οὖσα καὶ ἀδύνατος δέδεικται. λείπεται τοίνυν τῶν λοιπῶν δύο τὴν ἑτέραν εἶναι ἀληθῆ, λέγω δὴ ἢ πολλὰς μὲν εἶναι τὰς τοῦ θεοῦ δυνάμεις καὶ ἑκάστην ἄπειρον ἢ μίαν καὶ ἁπλῆν καὶ ἀπειροδυνάμως ἅπασαν τοῦ θεοῦ ἐνέργειαν γίνεσθαι· ὅπερ καὶ μᾶλλον ἀληθές τέ ἐστιν καὶ ταῖς κοιναῖς περὶ θεοῦ ἐννοίαις ἀκόλουθον διὰ τὴν παντελῆ τοῦ θεοῦ ἁπλότητα. γʹ. Ὅτι μὲν οὖν ἀδύνατον πεπερασμένῃ δυνάμει δημιουργεῖν τὸν θεὸν τὰ ὄντα, δῆλον ἐκ τῶν εἰρημένων. εἰ δὲ ἀδύνατον πεπερασμένην εἶναι τὴν δημιουργικὴν τοῦ θεοῦ δύναμιν, ἄπειρος ἐξ ἀνάγκης ἔσται (ἄπειρον δὲ λέγω οὐ μόνον κατὰ τὸ ἀεὶ δύνασθαι παράγειν—τὴν γὰρ μὴ οὕτως ἄπειρον ἐξαρκεῖν εἰς τὸ διηνεκὲς ἀδύνατον—, ἀλλ' ὅτι καὶ ἵν' οὕτως εἴπω καθ' ἕκαστον νῦν ἑκάστου τῶν ὄντων παραγωγὴ οἷον ἡλίου