Ancient Greek · ~5 min
Page 6
Joannes Philoponus Phil., De aeternitate mundi 6
Not analysed yet
ψυχῆς οὐρανοῦ ὑπὸ ἀπείρου πάντως δυνάμεως γίνεται). τεκμήριον δ' ἂν εἴη τούτου πρὸς τοῖς εἰρημένοις καὶ τὸ ἀχρόνως καὶ ἅμα νοήματι πάντα τὸν θεὸν παράγειν· τοῦτο γὰρ περὶ θεοῦ πιστεύειν αἱ κοιναὶ πάντας διδάσκουσιν ἔννοιαι· ὅθεν καὶ τῶν παρ' ἡμῖν θεολόγων ὁ μέν τίς φησιν ‘αὐτὸς εἶπεν καὶ ἐγενήθησαν’, ἕτερος δὲ ‘διενοήθης καὶ ἐγενήθησαν, ἐνενοήθης καὶ παρέστησαν’· ὁ γὰρ καὶ τὸν χρόνον αὐτὸν παράγων οὐκ ἂν δήπου χρονικῆς παρατάσεως εἰς τὸ ποιεῖν τὰ ὄντα δέοιτο. τὸ δὲ ἐξαρκεῖν εἰς τὴν πάντων οὐσίωσιν μόνην τὴν τοῦ γενέσθαι θέλειν αὐτὰ τοῦ θεοῦ νόησιν πῶς οὐκ ἀπείρου δυνάμεώς ἐστιν ἀπόδειξις ἀναμφίλεκτος; ταύτῃ μέντοι τῇ ἀπείρῳ δυνάμει καὶ τὰ μέγιστα τῶν ὄντων καὶ τὰ ἐλάχιστα παράγεσθαι· εἰ γὰρ μιᾷ δυνάμει πάντα ὑφίστησιν, ὡς καὶ τῷ Πρόκλῳ δοκεῖ—ἐν γὰρ τῷ λόγῳ τῷ περὶ τῶν δέκα πρὸς τὴν πρόνοιαν ἀπορημάτων φησὶν ὅτι ‘ἡ τῆς προνοίας ἑνιαία γνῶσις ἐν τῷ αὐτῷ ἀμερεῖ πάντων ἐστὶν τῶν μεριζομένων γνῶσις, καὶ τῶν ἀτομωτάτων ἑκάστου καὶ τῶν ὁλικωτάτων, καὶ ὡς ὑπέστησεν’, φησίν, ‘ἕκαστον κατὰ τὸ ἕν, οὕτως γινώσκει ἕκαστον κατὰ τὸ ἕν’ —,εἰ οὖν κατὰ τὸ ἓν πάντα ὑφίστησιν, οὐ συμμεριζομένης οὐδὲ συμπληρουμένης τοῖς γινομένοις δυνάμεως, διάφορα δὲ τὰ γενόμενα τὰ μὲν κρείττονα τὰ δὲ ἐλάττονα, ἀπείρῳ δὲ δυνάμει πάντα ὑφίστησιν, ὡς δέδεικται, μιᾷ ἄρα καὶ τῇ αὐτῇ ἀπείρῳ δυνάμει καὶ τὰ μέγιστα τῶν ὄντων