Ancient Greek · ~6 min
Page 505
Joannes Philoponus Phil., De aeternitate mundi 505
Not analysed yet
αὐτῶν συγκείμενον κόσμον γενητὸν εἶναι καὶ φθαρτὸν ἀνάγκη· τούτων γὰρ φθειρομένων σῴζεσθαι τὸν ἐκ τούτων συγκείμενον κόσμον ἀδύνατον· τῶν γὰρ στοιχείων, ἐξ ὧν ἐστιν ἕκαστον τῶν <ὄντων>, φθειρομένων καὶ αὐτὸ φθείρεσθαι ἀναγκαῖον. ὅτι μὲν οὖν, οὗ τὰ μέρη γενητὰ εἴη καὶ φθαρτά, καὶ αὐτὸ γενητὸν εἶναι καὶ φθαρτὸν ἀνάγκη καὶ ὅτι καὶ αἱ τῶν στοιχείων ὁλότητες καὶ διὰ τοῦτο καὶ ὁ ἐκ τούτων συγκείμενος κόσμος γενητός ἐστιν καὶ φθαρτός, δέδεικται διὰ τῶν εἰρημένων. αιʹ. Ὅτι δὲ γελοίως ὁ Πρόκλος τὰ ὁπωσοῦν γινόμενα καὶ φθειρόμενα οὐκ εἶναί φησιν τοῦ παντὸς μέρη, ἤδη μὲν πρὸ βραχέος ἐδείξαμεν, καὶ νῦν δὲ τὸν λόγον ἐπαναλαβόντες δείκνυμεν τὸν τρόπον τοῦτον. πρῶτον οὖν ἔστω κατ' αὐτὸν τὰ ἐκ τῶν στοιχείων συγκείμενα τῶν ζῴων σώματα ἀποτελέσματα εἶναι τοῦ παντὸς καὶ οὐ μέρη· ταῦτα γὰρ ὑπὸ τῶν κατ' οὐρανὸν θεῶν γίνεσθαί φησιν ὁ Πλάτων δανειζομένων ἐκ τοῦ κόσμου μόρια ὡς ἀποδοθησόμενα πάλιν. ὅτι δὲ τὰ στοιχεῖα μέρη ἐστὶν τοῦ κόσμου, καὶ αὐτὸς ὁμολογεῖ καὶ ἐπιστῆσαι χρή, ὅπερ καὶ πρότερον εἶπον, ὅτι καὶ τὰ τῶν στοιχείων μέρη τὰ ἐκ τοῦ παντὸς δεδανεισμένα εἰς γένεσιν τῶν ζῴων καὶ αὐτὰ μόρια εἶναι τοῦ κόσμου φησὶν παρὰ Πλάτωνος λαβὼν ὁ Πρόκλος. εἰ μὲν οὖν μόνα τὰ σύνθετα ἦν τὰ γινόμενα καὶ φθειρόμενα, ἴσως ἂν παρακρούσασθαι τοὺς ἁπλουστέρους ὁ λόγος ἠδύνατο, ὡς ἀποτελέσματα τοῦ κόσμου εἰσὶν καὶ οὐ μέρη τὰ γενητὰ καὶ φθαρτὰ