Ancient Greek · ~6 min
Page 504
Joannes Philoponus Phil., De aeternitate mundi 504
Not analysed yet
τίαις καὶ φθαρτικαῖς ἀλλήλων ποιότησι χαρακτηρίζεσθαι τὸ γενητὰ εἶναι καὶ φθαρτὰ καὶ τῶν στοιχείων ἕκαστον καὶ τὸν ἐκ τούτων συνεστῶτα κόσμον λέγειν ἡμᾶς ἀναγκάζει· εἰ γὰρ αἱ γενέσεις καὶ αἱ φθοραὶ τῶν ἐναντίων, ἐναντία δὲ τὰ ἐναντίας ἔχοντα ποιότητας, ἐναντίαις δὲ ποιότησιν αἱ τῶν στοιχείων ὁλότητες χαρακτηρίζονται, καὶ αἱ ὁλότητες ἄρα τῶν στοιχείων γενέσει τε καὶ φθορᾷ ὑποπεπτώκασιν· ὁμοειδεῖς γάρ εἰσιν καὶ αἱ τῶν στοιχείων ὁλότητες τοῖς ἰδίοις μέρεσιν· ἧς γὰρ οὐσίας ἐστὶν τὸ ὅλον ὕδωρ ὡς ὕδωρ, τῆς αὐτῆς ἐστιν καὶ τὸ μερικὸν ὕδωρ· ὑγρὸν γὰρ καὶ ψυχρὸν καὶ τὸ ὅλον ὕδωρ ἐστὶν καὶ τὸ μέρος, ὁμοίως θερμὸν καὶ ὑγρὸν κατὰ φύσιν ἀλλὰ δὴ καὶ ὅλος ὁ ἀὴρ ὡς καὶ τὸ μέρος, θερμόν τε καὶ ξηρὸν τὸ πῦρ, ξηρόν τε καὶ ψυχρὸν κατὰ τὸν αὐτὸν τρόπον ἡ γῆ. εἰ οὖν αὗται αἱ ποιότητες ἐναντίαι οὖσαι γενέσεώς εἰσιν καὶ φθορᾶς τοῖς μέρεσιν τῶν στοιχείων αἰτίαι, αἱ αὐταὶ δὲ αὗται ποιότητες ἀπαραλλάκτως καὶ τὰς λοιπὰς ὁλότητας τῶν στοιχείων εἰδοποιοῦσιν ὥσπερ καὶ τὰ μέρη, καὶ αἱ ὁλότητες ἄρα τῶν στοιχείων γενηταὶ εἶεν ἂν καὶ φθαρταί, ὥσπερ ἀμέλει καὶ τὰ μέρη· τοῦ γὰρ τῆς φθορᾶς αἰτίου (λέγω δὴ τῶν ἐναντίων δυνάμεων) ὁμοίως ἔν τε τοῖς μέρεσιν καὶ ἐν τοῖς ὅλοις θεωρουμένου τίς ἡ ἀποκλήρωσις τὰ μὲν μέρη γίνεσθαι καὶ φθείρεσθαι λέγειν, τὰ δὲ ὅλα μηκέτι; πῶς δὲ οὐχὶ τοῖς μέρεσιν τὰ αὐτὰ πάσχειν καὶ τὰ ὅλα ἀνάγκη τοῦ τῆς γενέσεως καὶ φθορᾶς αἰτίου ἐν ἑκατέρῳ θεωρουμένου; τῶν δὲ ὅλων στοιχείων γενητῶν εἶναι καὶ φθαρτῶν ἀποδεδειγμένων καὶ τὸν ἐξ