Ancient Greek · ~6 min
Page 507
Joannes Philoponus Phil., De aeternitate mundi 507
Not analysed yet
ὑποκειμένης γῆς τῷ ὕδατι συμβέβηκεν καὶ οὐσίας ὕδατος διαφορὰν οὐκ ἐργάζεται· καὶ ἡ φλὸξ δὲ ὑπερβολή τις εἶναι πυρὸς καὶ οὐ τὸ στοιχειῶδες πῦρ ὡμολόγηται καὶ ἐπὶ τῶν λοιπῶν ὡσαύτως. εἰ οὖν τὰ ὅλα στοιχεῖα ὁμοειδῆ τοῖς ἰδίοις ὑπάρχουσι μέρεσιν, τοῦ δὲ ὅλου κόσμου συμπληρωτικά ἐστιν ὡς μέρη αὐτοῦ τὰ στοιχεῖα, καὶ τὰ τῶν στοιχείων ἄρα μέρη συμπληρωτικὰ ὄντα τῶν ἰδίων ὁλοτήτων καὶ τοῦ ὅλου κόσμου ἐστὶν συμπληρωτικὰ ὡς μέρη αὐτοῦ ἢ μόρια ὑπάρχοντα. εἰ δὲ τὰ μέρη τῶν στοιχείων γενητὰ ὄντα καὶ φθαρτὰ τοῦ ὅλου κόσμου ἐστὶν μέρη, οὐκ ἄρα πάντα τὰ γινόμενα καὶ φθειρόμενα ἀποτελέσματά ἐστιν τοῦ κόσμου καὶ οὐ μέρη. τάχα δὲ ἀκριβέστερόν τις γυμνάζων τὰ τοιαῦτα καθόλου ψευδῆ ὄντα τὸν Πρόκλου λόγον εὑρήσει. εἰ γὰρ τὰ τῶν στοιχείων μέρη καὶ τοῦ ὅλου κόσμου μέρη ἐστὶν ἢ μόρια, ἐκ τούτων δὲ πάντα τὰ σύνθετα συνέστηκε σώματα, πῶς οὐκ ἀνάγκη καὶ τὰ σύνθετα πάντα σώματα μέρη εἶναι τοῦ κόσμου ἢ μόρια; θαυμαστὸν γὰρ οἶμαι, εἰ τῶν συνθέντων στοιχείων ἕκαστον τὰ τῶν ζῴων καὶ φυτῶν σώματα, λέγω δὴ τὸ μερικὸν πῦρ καὶ μερικὸν ὕδωρ ἥ τε γῆ καὶ ὁ ἀήρ, τοῦ κόσμου ἐστὶν μόρια, τὰ δὲ ἐκ τῶν τοῦ κόσμου συγκείμενα μὴ ᾖ τοῦ κόσμου μόρια· ὥσπερ γὰρ τὸ τῆς θύρας μέρος, φημὶ δὴ τόδε τὸ ξύλον, μέρος ἐστὶν τοῦ ὅλου ξύλου, φέρ' εἰπεῖν τῆς δρυός, ἐξ ἧς ἀποτέτμηται, καὶ διὰ τοῦτο καὶ ἡ ὅλη θύρα ἐξ ἀνάγκης ὡς ξύλον τῆς αὐτῆς δρυός ἐστιν μέρος, οὕτω δήπου κατὰ τὸ