Ancient Greek · ~6 min
Page 508
Joannes Philoponus Phil., De aeternitate mundi 508
Not analysed yet
ἀκόλουθον, εἰ τὰ στοιχεῖα, ἐξ ὧν σύγκειται τὰ σύνθετα σώματα, μέρη ἐστὶν τοῦ παντὸς κόσμου, καὶ τὰ ἐκ τούτων συγκείμενα σύνθετα σώματα τοῦ αὐτοῦ κόσμου μέρη εἶναι ἀνάγκη. βιʹ. Ἄλλως τε εἰ τὰ σύνθετα σώματα καὶ ὅλως τὰ γενητὰ καὶ φθαρτὰ μὴ μέρη εἶναι τοῦ κόσμου ἀλλ' ἀποτελέσματα ὁ Πλάτων ἠβούλετο, πῶς ἐν Τιμαίῳ φησίν, ὡς, εἰ μὴ εἴη τὰ θνητὰ τῶν ζῴων γένη, ἀτελὴς ὁ κόσμος ἔσται; τὸ γὰρ ἀτελὲς ἐλλείποντός τινος τῶν εἰς τὴν οὐσίαν αὐτοῦ συντελούντων ἀτελές ἐστιν· οὐ γὰρ τὰ ἀποτελέσματα τῷ εἶναι ἢ μὴ εἶναι τέλειον ἢ ἀτελῆ ποιεῖ τὸν ἀποτελοῦντα οὔτε κατ' οὐσίαν οὔτε κατ' αὐτὴν τὴν τοῦ ποιεῖν ἕξιν, ὡς πολλάκις ἐδείξαμεν· οὔτε γὰρ ὁ μαθητὴς τὸν διδάσκαλον οὔτε ἡ ναῦς τὸν ναυπηγὸν τελειοῖ τὸν τελείαν τοῦ ναυπηγεῖν τὴν ἕξιν ἔχοντα. ὅτι δὲ καί, εἰ ἐτελειοῦτο τὸ ἀποτελοῦν ὑπὸ τοῦ ἀποτελουμένου, οὐχ ὡς ποιητικὸν αἴτιον ἀτελῆ φησιν εἶναι τὸν κόσμον ὁ Πλάτων ἐλλειπόντων τῶν θνητῶν ζῴων ἀλλ' ὡς μὴ πάντων τῶν συμπληρωτικῶν αὐτοῦ μερῶν ὑφεστώτων, ἐξ ὧν ἔχει τὸ εἶναι, ἐξ αὐτῆς ἔστιν συνιδεῖν τῆς λέξεως Πλάτωνος· ἔστιν δὲ ὁ δημιουργὸς ἐν Τιμαίῳ πρὸς τοὺς κατ' οὐρανὸν ἤδη γενομένους θεοὺς ἀφανεῖς τε καὶ φαινομένους διαλεγόμενος, φησὶν ταῦτα ‘νῦν οὖν ὃ λέγω πρὸς ὑμᾶς ἐνδεικνύμενος, μάθετε. θνητὰ ἔτι γένη τρία ἀγένητα· τούτων δὲ μὴ γενομένων οὐρανὸς ἀτελής ἐστιν· τὰ γὰρ πάντα ἐν ἑαυτῷ γένη ζῴων οὐχ