Ancient Greek · ~5 min
Page 51
Joannes Philoponus Phil., De aeternitate mundi 51
Not analysed yet
πρὸ τοῦ ἐνεργεῖν. πᾶν δὲ τὸ δυνάμει τι ὂν ἀπὸ τοῦ ἐνεργείᾳ ὄντος, ὅ ἐστιν τοῦτο δυνάμει, γίνεται κατ' ἐνέργειαν, τὸ δυνάμει θερμὸν ἀπὸ τοῦ ἐνεργείᾳ θερμοῦ καὶ τὸ ψυχρὸν καὶ τὸ λευκὸν καὶ τὸ μέλαν. ἔσται ἄρα καὶ ὁ δημιουργὸς ἐνεργείᾳ δημιουργὸς δυνάμει πρότερον ὤν, ἄλλου τινὸς ὄντος ἐνεργείᾳ δημιουργοῦ καὶ τοῦτον ποιοῦντος ἐνεργείᾳ δημιουργὸν τὸν δυνάμει πρότερον’. σκόπει δὴ οὖν, ὅπερ ἐλέγομεν, πῶς ἀνελὼν τὸ εἶναι τὸν θεὸν ἐνεργείᾳ δημιουργὸν τῷ μηδὲ τὸν κόσμον ἐνεργείᾳ εἶναι εὐθὺς εἰσάγει τὸ δυνάμει αὐτὸν εἶναι δημιουργὸν κατὰ τὸ πρότερον δυνάμει, ὡς παντὸς σημαινομένου τῶν ἐνεργείᾳ ἀναιρεθέντος. ἄλλου γοῦν τινος δεῖσθαι <ἐνεργείᾳ> δημιουργοῦ φησιν τοῦ καὶ τοῦτον ποιοῦντος ἐνεργείᾳ δημιουργὸν τὸν δυνάμει πρότερον· ὅπερ οὐχὶ τῷ τὴν ἕξιν ἔχοντι ἀλλὰ τῷ τὴν ἐπιτηδειότητα μόνην συμβαῖνον ἐδείξαμεν. καίτοι μὴ ὄντος ἐνεργείᾳ τοῦ κόσμου οὐκ εὐθὺς εἰσάγεται τὸ καὶ τὸν δημιουργὸν κατὰ τὸ πρότερον δυνάμει δημιουργὸν εἶναι· ἐνδέχεται γάρ, ὡς εἶπον, καὶ τὸ καθ' ἕξιν εἰσάγεσθαι, τουτέστιν τὸ πρότερον ἐνεργείᾳ. ἀλλ' ὁ φιλόσοφος σοφιστικῶς τὸ ἐπὶ τοῦ προτέρου δυνάμει λεγόμενον (λέγω δὴ τὸ δεῖσθαι τοῦ ἐνεργείᾳ τοιούτου, οἷον αὐτό ἐστιν δυνάμει, ἵνα εἰς ἐνέργειαν ἀχθῇ) αὐτὸς ἁπλῶς καὶ ἀδιορίστως τῷ δυνάμει ἕπεσθαί φησιν, εἶτα λοιπὸν κατὰ τὸ ἀκόλουθον ἐπισυνάπτει λήρους μακροὺς δημιουργὸν δη-