Ancient Greek · ~5 min
Page 52
Joannes Philoponus Phil., De aeternitate mundi 52
Not analysed yet
μιουργῷ συνείρων καὶ τῇ πρώτῃ ἀτόπῳ ὑποθέσει τὰ ἀκόλουθα συμπεραινόμενος. ἀλλ' ἐπεὶ οὐδεὶς καὶ τῶν τυχόντων νοῦν ἔχων κατὰ τὸ πρότερον δυνάμει φαίη ἂν εἶναι τὸν θεὸν δημιουργόν, πρὶν δημιουργῆσαι, ταύτης τῆς ἀτόπου ἀρχῆς ἀναιρεθείσης οἴχεται πᾶν τὸ ἐξ ἀραχνίων τοῦ φιλοσόφου τῶν συλλογισμῶν ὕφασμα· καθ' ἕξιν γὰρ ὢν δημιουργὸς ὁ θεός, πρὶν δημιουργῆσαι, οὔτε ἑτέρου δεήσεται τοῦ εἰς ἐνέργειαν αὐτὸν ἄγοντος οὔτε, ἐπειδὴ οὗτός ἐστιν ἐνεργείᾳ δημιουργός, ἤδη διὰ τοῦτο καὶ τὸν κόσμον εἰσάγει ἐξ ἀιδίου ἑαυτῷ συνυπάρχοντα· τοῦ γὰρ καθ' ἕξιν οἰκοδόμου ὄντος οὐ πάντως καὶ ὁ οἶκος ἔσται· ἀλλ' οὐδ' ὅταν ὁ οἰκοδόμος ἐκ τῆς ἕξεως μεταβαίνῃ εἰς τὸ ἐνεργεῖν, ἄλλου τινὸς δεήσεται ἐνεργείᾳ οἰκοδόμου τοῦ ἄγοντος αὐτὸν εἰς τοῦτο. ὅτι δὲ σοφιστικόν τε καὶ λίαν ἐπαχθὲς τοῖς νοῦν ἔχουσιν τὸ παρὰ τὴν ὁμωνυμίαν παραλογίζεσθαι, ἱκανῶς καὶ ὁ Ἀριστοτέλης ἐν τῷ περὶ ἑρμηνείας ἐδήλωσεν ἐνόχλησιν κυρίως τὴν τοιαύτην τῶν παραλογισμῶν ἰδέαν καλέσας· ‘λέγω’ γάρ, φησίν, ‘ἀντικεῖσθαι τὴν τοῦ αὐτοῦ κατὰ τοῦ αὐτοῦ, μὴ ὁμωνύμως δέ, καὶ ὅσα ἄλλα προσδιοριζόμεθα πρὸς τὰς σοφιστικὰς ἐνοχλήσεις’· πῶς γὰρ οὐκ ὄχλος τῷ ὄντι περιττὸς τῶν λόγων ἐκεῖνοι, ὅσοι τῶν πραγμάτων ἀφέμενοι παρὰ τὰς λέξεις καὶ τὰς ὀνομασίας διελέγχειν τοὺς προσδιαλεγομένους σπουδάζουσιν; ὃ δὴ καὶ ἐν τούτοις ἡμῖν ὁ πολὺς Πρόκλος ποιεῖν οὐκ ἀπώκνησεν.