Ancient Greek · ~5 min
Page 514
Joannes Philoponus Phil., De aeternitate mundi 514
Not analysed yet
μενος, ὅτι πρὸς ἀέρα πῦρ, τοῦτο ἀὴρ πρὸς ὕδωρ, καὶ ὅτι ἀὴρ πρὸς ὕδωρ, τοῦτο ὕδωρ πρὸς γῆν, ξυνέδησεν καὶ ξυνεστήσατο οὐρανὸν ὁρατὸν καὶ ἁπτόν. καὶ διὰ ταῦτα ἔκ τε δὴ τούτων καὶ τοιούτων καὶ τὸν ἀριθμὸν τεττάρων τὸ τοῦ κόσμου σῶμα ἐγενήθη δι' ἀναλογίας ὁμολογῆσαν φιλίαν τε ἔσχεν ἐκ τούτων, ὥστε εἰς ταὐτὸν αὑτῷ ξυνελθὸν ἄλυτον ὑπὸ τῶν ἄλλων πλὴν ὑπὸ τοῦ ξυνδήσαντος γενέσθαι. τῶν δὲ δὴ τεσσάρων <ἓν> ὅλον ἕκαστον εἴληφεν ἡ τοῦ κόσμου ξύστασις· ἐκ γὰρ πυρὸς παντὸς ὕδατός τε καὶ ἀέρος καὶ γῆς ξυνέστησεν αὐτὸν ὁ ξυνιστὰς μέρος οὐδὲν οὐδὲ δύναμιν ἔξωθεν ὑπολιπών’. Ὅτι μὲν οὖν ἐκ τῶν τεσσάρων καὶ μόνων στοιχείων ὅ τε οὐρανὸς καὶ ὁ κόσμος ἅπας συνέστηκεν, σαφῶς ἠκούσαμεν Πλάτωνος λέγοντος καὶ τὴν αἰτίαν ἀκριβῶς διεξιόντος. ἐπεὶ γὰρ ἐκ τῶν ἐναντιωτάτων ὁ κόσμος συνέστηκεν πυρός τε καὶ γῆς καὶ φύσει καὶ τόποις διεστηκότων, τὰ δὲ ἐναντία, φησίν, ἑνοῦσθαι ἀλλήλοις οὐ πέφυκεν, ἔδει τινὸς μεσότητος τῆς συνδεούσης καὶ εἰς μίαν ἕνωσιν καὶ ὁμολογίαν τὸ πᾶν συναγούσης. ἀλλ' ἐπειδὴ στερεὰ ταῦτά ἐστιν καὶ οὐκ ἐπίπεδα, ἀδύνατόν φησιν μιᾷ ταῦτα συνδεῖσθαι μεσότητι. διὰ τοῦτο οὖν δύο μεσοτήτων, φησίν, ἐδέησεν ἀέρος τε καὶ ὕδατος. τὴν μὲν οὖν μαθηματικωτέραν τούτων ἐξήγησιν λεγέτωσαν ἕτεροι· ἡμεῖς δὲ τὴν φυσικωτέραν ἐκτιθέμενοί φαμεν, ὡς ὅτι μεσότητες