Ancient Greek · ~7 min
Page 515
Joannes Philoponus Phil., De aeternitate mundi 515
Not analysed yet
ὄντα πυρός τε καὶ γῆς ἀήρ τε καὶ ὕδωρ, εἰ καὶ ἐναντιοῦται τῷ ἀέρι τὸ πῦρ, καθὸ τὸ μὲν ξηρόν ἐστιν, ὁ δὲ ὑγρός, ἀλλ' οὖν συνδεῖται πρὸς ἄλληλα ταῦτα τῇ τοῦ θερμοῦ κοινωνίᾳ· ἄμφω γὰρ κατὰ φύσιν ἐστὶν θερμά· πάλιν δ' αὖ πρὸς ὕδωρ ψυχρὸν ὂν θερμὸς ὢν ὁ ἀὴρ μαχόμενος τῇ ὑγρᾷ πρὸς αὐτὸ κοινωνῶν ποιότητι καὶ δι' ἑαυτοῦ μέσου καὶ τῷ ὕδατι τὴν πρὸς τὸ πῦρ χαρίζεται ἕνωσιν· ὁμοίως τὸ ὕδωρ ὑγρὸν ὂν καὶ τῇ γῇ ξηρᾷ οὔσῃ πολεμοῦν τῇ ταυτότητι τῆς ψυχρᾶς ποιότητος τὴν πρὸς αὐτὴν φιλίαν ἀσπάζεται καὶ δι' ἑαυτοῦ πρὸς τὸν ἀέρα καὶ δι' ἐκείνου πρὸς τὸ πῦρ αὐτὴν συνάπτει· καὶ αὐτὴ δὲ ἡ γῆ ψυχρὰ οὖσα καὶ ταύτῃ τῷ πυρὶ θερμῷ ὄντι ἀντικειμένη τε καὶ πολεμοῦσα τῇ κοινωνίᾳ τῆς ξηρᾶς ἑνοῦται δυνάμεως καὶ τὸ ὕδωρ καὶ τὸν ἀέρα, καθὸ ὑγρά ἐστιν, ξηρῷ ὄντι τῷ πυρὶ μαχόμενα δι' ἑαυτῆς μέσης συνάπτει. καὶ ὅπερ ἐστὶν τοῖς ἄκροις τὰ μέσα, τοῦτ' αὖ πάλιν τοῖς μέσοις τὰ ἄκρα γίνεται· συνδέων γὰρ ὁ ἀὴρ θερμὸς ὢν ψυχρὰν οὖσαν τὴν γῆν δι' ἑαυτοῦ μέσου πρὸς τὴν τοῦ πυρὸς θερμότητα καὶ συναπτόμενος αὐτὸς πρὸς τὴν γῆν διὰ μέσου τοῦ ὕδατος (ὑγρὰ γὰρ ἄμφω, ἀὴρ καὶ ὕδωρ) πάλιν αὐτὸς ὁ ἀὴρ ὑγρὸς ὢν διὰ μέσης τῆς γῆς πρὸς τὴν τοῦ πυρὸς συμφωνεῖ ξηρότητα (ξηρὰ γὰρ πῦρ τε καὶ γῆ)· πρὸς δὲ τούτοις τὸ ὕδωρ ψυχρὸν ὂν καὶ ὑγρὸν κατὰ μὲν τὸ θερμὸν δι' ἀέρος μέσου, κατὰ δὲ τὸ ξηρὸν διὰ τῆς γῆς μέσης τῷ πυρὶ συμπλέκεται, καὶ οὕτως ὡς ἐν χορῷ διὰ τῶν μέσων καὶ τὰ ἄκρα ἀλλήλοις καὶ τὰ μέσα τοῖς ἄκροις ἐπι-