Ancient Greek · ~5 min
Page 522
Joannes Philoponus Phil., De aeternitate mundi 522
Not analysed yet
συνεστάναι τὸν κόσμον προστίθησιν ἐπὶ λέξεως καὶ ταῦτα ‘τὰ δὲ οὐράνια φάναι μὴ ἐκ τῶν τεσσάρων συνεστηκέναι οὐκ ἄρα κατὰ τὸ ἑπόμενον δόγμα τῷ Πλάτωνι λέγοντός ἐστιν ἀλλ' ἰδίῳ ἑπομένου δόγματι, ἐπεί γε ὁ Πλάτων καὶ τὰ οὐράνια ἐκ πλείονος μὲν πυρὸς γεγονέναι φησίν, ἐλαττόνων δὲ τῶν ἄλλων καὶ εἰλικρινεστέρων καὶ καθαρωτέρων· κατὰ δὴ Πλάτωνα δύο μὲν τὰ πρῶτα στοιχεῖα γῆ καὶ πῦρ, τὰ δὲ λοιπὰ δεσμοῦ καὶ συνοχῆς χάριν προὐνοήθη’. καὶ μεθ' ἕτερα δὲ ἐξηγούμενος τὸ χωρίον Πλάτωνος, ἐν ᾧ φησιν ‘καὶ διὰ ταῦτα ἔκ τε δὴ τούτων τὸν ἀριθμὸν τεττάρων τὸ τοῦ κόσμου σῶμα ἐγενήθη’, πάλιν ὁ αὐτὸς Πορφύριος ταῦτά φησιν ἐπὶ λέξεως ‘τέτταρα μόνα τὰ σώματα λέγει, ἐπεὶ μηδὲν παρὰ ταῦτα ἐν τοῖς οὖσιν εὑρίσκεται, πλὴν τὰ ἐκ τούτων συνδέσματα’· εἶτα διὰ πολλῶν κατασκευάσας ὁ Πορφύριος, ὅτι οὐκ ἔστιν ἄλλο σῶμα παρὰ τὰ τέσσαρα, πάλιν προσθεὶς τὴν προκειμένην ῥῆσιν τοῦ Πλάτωνος ἐπιφέρει ταῦτα ‘σαφῶς τὸν κόσμον ἐκ τῶν τεσσάρων φησὶν συνεστάναι στοιχείων· ὥστε τὸ πέμπτον σῶμα δῆλός ἐστιν οὐχ ἡγούμενος τὸ ὑπὸ Ἀριστοτέλους καὶ Ἀρχύτου εἰσαγόμενον· ἑξῆς δ' ἀκριβέστερον ὀψόμεθα’. ταῦτα μὲν οὖν καὶ ὁ Πορφύριος. οὐδὲ ὁ Πρόκλος δὲ αὐτός, ἐν οἷς μὴ πρὸς ἔριν τοὺς λόγους ἐποιεῖτο μηδὲ σκοπὸν ἴδιον ἐν προσχήματι τῶν Πλάτωνι δοκούντων ἀνῦσαι προϋπέθετο, ἔξω ταύτης περὶ Πλάτωνος τῆς δόξης